Thesauros Literature Philosophy Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων

Ἱππίας ἐλάττων Plato

375

Σωκράτης
ΣΩ. τί δὲ δή; ἀνθρώπου ψυχὴν ἐκτῆσθαι τοξότου ἄμεινόν ἐστιν, ἥτις ἑκουσίως ἁμαρτάνει τοῦ σκοποῦ, ἢ ἥτις ἀκουσίως; 10
Ἱππίας
ΙΠ. ἥτις ἑκουσίως.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ αὕτη ἀμείνων εἰς τοξικήν ἐστιν;
Ἱππίας
ΙΠ. ναί.
Σωκράτης
ΣΩ. καὶ ψυχὴ ἄρα ἀκουσίως ἁμαρτάνουσα πονηροτέρα ἢ ἑκουσίως;
Ἱππίας
ΙΠ. ἐν τοξικῇ γε. 15
Σωκράτης
ΣΩ. τί δʼ ἐν ἰατρικῇ; οὐχὶ ἡ ἑκοῦσα κακὰ ἐργαζομένη περὶ τὰ σώματα ἰατρικωτέρα;
Ἱππίας
ΙΠ. ναί.
Σωκράτης
ΣΩ. ἀμείνων ἄρα αὕτη ἐν ταύτῃ τῇ τέχνῃ τῆς μὴ ἰατρικῆς.
Ἱππίας
ΙΠ. ἀμείνων.
Σωκράτης
ΣΩ. τί δέ; ἡ κιθαριστικωτέρα καὶ αὐλητικωτέρα καὶ τἆλλα πάντα τὰ κατὰ τὰς τέχνας τε καὶ τὰς ἐπιστήμας, οὐχὶ ἡ ἀμείνων ἑκοῦσα τὰ κακὰ ἐργάζεται καὶ τὰ αἰσχρὰ καὶ ἐξαμαρτάνει, ἡ δὲ πονηροτέρα ἄκουσα; 20
Ἱππίας
ΙΠ. φαίνεται.
Σωκράτης
ΣΩ. ἀλλὰ μήν που τάς γε τῶν δούλων ψυχὰς κεκτῆσθαι δεξαίμεθʼ ἂν μᾶλλον τὰς ἑκουσίως ἢ τὰς ἀκουσίως ἁμαρτανούσας τε καὶ κακουργούσας, ὡς ἀμείνους οὔσας εἰς ταῦτα.
Ἱππίας
ΙΠ. ναί.
Σωκράτης
ΣΩ. τί δέ; τὴν ἡμετέραν αὐτῶν οὐ βουλοίμεθʼ ἂν ὡς βελτίστην ἐκτῆσθαι;
Ἱππίας
ΙΠ. ναί. 25
Σωκράτης
ΣΩ. οὐκοῦν βελτίων ἔσται, ἐὰν ἑκοῦσα κακουργῇ τε καὶ ἐξαμαρτάνῃ, ἢ ἐὰν ἄκουσα;
Ἱππίας
ΙΠ. δεινὸν μεντἂν εἴη, ὦ Σώκρατες, εἰ οἱ ἑκόντες ἀδικοῦντες βελτίους ἔσονται ἢ οἱ ἄκοντες.
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν φαίνονταί γε ἐκ τῶν εἰρημένων.
Ἱππίας
ΙΠ. οὔκουν ἔμοιγε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme