Thesauros Literature Philosophy Ἱππίας μείζων

Ἱππίας μείζων

Ἱππίας μείζων Plato

284–285

Σωκράτης
ΣΩ. ἀλλὰ μήν που οἵ γʼ εἰδότες τὸ ὠφελιμώτερον τοῦ ἀνωφελεστέρου νομιμώτερον ἡγοῦνται τῇ ἀληθείᾳ πᾶσιν ἀνθρώποις· ἢ οὐ συγχωρεῖς;
Ἱππίας
ΙΠ. ναί, συγχωρῶ, ὅτι γε τῇ ἀληθείᾳ. 25
Σωκράτης
ΣΩ. οὐκοῦν ἔστιν τε καὶ ἔχει οὕτως ὡς οἱ εἰδότες ἡγοῦνται;
Ἱππίας
ΙΠ. πάνυ γε.
Σωκράτης
ΣΩ. ἔστι δέ γε Λακεδαιμονίοις, ὡς σὺ φῄς, ὠφελιμώτερον τὴν ὑπὸ σοῦ παίδευσιν, ξενικὴν οὖσαν, παιδεύεσθαι μᾶλλον ἢ τὴν ἐπιχωρίαν.
Ἱππίας
ΙΠ. καὶ ἀληθῆ γε λέγω.
Σωκράτης
ΣΩ. καὶ γὰρ ὅτι τὰ ὠφελιμώτερα νομιμώτερά ἐστι, καὶ τοῦτο λέγεις, ὦ Ἱππία;
Ἱππίας
ΙΠ. εἶπον γάρ.
Σωκράτης
ΣΩ. κατὰ τὸν σὸν ἄρα λόγον τοῖς Λακεδαιμονίων ὑέσιν ὑπὸ Ἱππίου παιδεύεσθαι νομιμώτερόν ἐστιν, ὑπὸ δὲ τῶν πατέρων ἀνομώτερον, εἴπερ τῷ ὄντι ὑπὸ σοῦ πλείω ὠφεληθήσονται. 5
Ἱππίας
ΙΠ. ἀλλὰ μὴν ὠφεληθήσονται, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. παρανομοῦσιν ἄρα Λακεδαιμόνιοι οὐ διδόντες σοι χρυσίον καὶ ἐπιτρέποντες τοὺς αὑτῶν ὑεῖς.
Ἱππίας
ΙΠ. συγχωρῶ ταῦτα· δοκεῖς γάρ μοι τὸν λόγον πρὸς ἐμοῦ λέγειν, καὶ οὐδέν με δεῖ αὐτῷ ἐναντιοῦσθαι.
Σωκράτης
ΣΩ. παρανόμους μὲν δή, ὦ ἑταῖρε, τοὺς Λάκωνας εὑρίσκομεν, καὶ ταῦτʼ εἰς τὰ μέγιστα, τοὺς νομιμωτάτους δοκοῦντας εἶναι. ἐπαινοῦσι δὲ δή σε πρὸς θεῶν, ὦ Ἱππία, καὶ χαίρουσιν ἀκούοντες ποῖα; ἢ δῆλον δὴ ὅτι ἐκεῖνα ἃ σὺ κάλλιστα ἐπίστασαι, τὰ περὶ τὰ ἄστρα τε καὶ τὰ οὐράνια πάθη;
Ἱππίας
ΙΠ. οὐδʼ ὁπωστιοῦν· ταῦτά γε οὐδʼ ἀνέχονται. 10
Σωκράτης
ΣΩ. ἀλλὰ περὶ γεωμετρίας τι χαίρουσιν ἀκούοντες;
Ἱππίας
ΙΠ. οὐδαμῶς, ἐπεὶ οὐδʼ ἀριθμεῖν ἐκείνων γε, ὡς ἔπος εἰπεῖν, πολλοὶ ἐπίστανται.
Σωκράτης
ΣΩ. πολλοῦ ἄρα δέουσιν περί γε λογισμῶν ἀνέχεσθαί σου ἐπιδεικνυμένου.
Ἱππίας
ΙΠ. πολλοῦ μέντοι νὴ Δία.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme