Thesauros Literature Philosophy Ἱππίας μείζων

Ἱππίας μείζων

Ἱππίας μείζων Plato

299–300

Σωκράτης
ΣΩ. ἆρʼ οὖν, φήσει, ἡδὺ ἡδέος ὁτιοῦν ὁτουοῦν διαφέρει τούτῳ, τῷ ἡδὺ εἶναι; μὴ γὰρ εἰ μείζων τις ἡδονὴ ἢ ἐλάττων ἢ μᾶλλον ἢ ἧττόν ἐστιν, ἀλλʼ εἴ τις αὐτῷ τούτῳ διαφέρει, τῷ ἡ μὲν ἡδονὴ εἶναι, ἡ δὲ μὴ ἡδονή, τῶν ἡδονῶν; οὐχ ἡμῖν γε δοκεῖ· οὐ γάρ;
Ἱππίας
ΙΠ. οὐ γὰρ οὖν δοκεῖ.
Σωκράτης
ΣΩ. οὐκοῦν, φήσει, διʼ ἄλλο τι ἢ ὅτι ἡδοναί εἰσι προείλεσθε ταύτας τὰς ἡδονὰς ἐκ τῶν ἄλλων ἡδονῶν, τοιοῦτόν τι ὁρῶντες ἐπʼ ἀμφοῖν, ὅτι ἔχουσί τι διάφορον τῶν ἄλλων, εἰς ὃ ἀποβλέποντες καλάς φατε αὐτὰς εἶναι; οὐ γάρ που διὰ τοῦτο καλή ἐστιν ἡδονὴ ἡ διὰ τῆς ὄψεως, ὅτι διʼ ὄψεώς ἐστιν· εἰ γὰρ τοῦτο αὐτῇ ἦν τὸ αἴτιον καλῇ εἶναι, οὐκ ἄν ποτε ἦν ἡ ἑτέρα, ἡ διὰ τῆς ἀκοῆς, καλή· οὔκουν ἔστι γε διʼ ὄψεως ἡδονή. ἀληθῆ λέγεις, φήσομεν;
Ἱππίας
ΙΠ. φήσομεν γάρ. 10
Σωκράτης
ΣΩ. οὐδέ γʼ αὖ ἡ διʼ ἀκοῆς ἡδονή, ὅτι διʼ ἀκοῆς ἐστι, διὰ ταῦτα τυγχάνει καλή· οὐ γὰρ ἄν ποτε αὖ ἡ διὰ τῆς ὄψεως καλὴ ἦν· οὔκουν ἔστι γε διʼ ἀκοῆς ἡδονή. ἀληθῆ φήσομεν, ὦ Ἱππία, λέγειν τὸν ἄνδρα ταῦτα λέγοντα;
Ἱππίας
ΙΠ. ἀληθῆ.
Σωκράτης
ΣΩ. ἀλλὰ μέντοι ἀμφότεραί γʼ εἰσὶ καλαί, ὡς φατέ. φαμὲν γάρ;
Ἱππίας
ΙΠ. φαμέν.
Σωκράτης
ΣΩ. ἔχουσιν ἄρα τι τὸ αὐτὸ ὃ ποιεῖ αὐτὰς καλὰς εἶναι, τὸ κοινὸν τοῦτο, ὃ καὶ ἀμφοτέραις αὐταῖς ἔπεστι κοινῇ καὶ ἑκατέρᾳ ἰδίᾳ· οὐ γὰρ ἄν που ἄλλως ἀμφότεραί γε καλαὶ ἦσαν καὶ ἑκατέρα. ἀποκρίνου ἐμοὶ ὡς ἐκείνῳ. 5
Ἱππίας
ΙΠ. ἀποκρίνομαι, καὶ ἐμοὶ δοκεῖ ἔχειν ὡς λέγεις.
Σωκράτης
ΣΩ. εἰ ἄρα τι αὗται αἱ ἡδοναὶ ἀμφότεραι πεπόνθασιν, ἑκατέρα δὲ μή, οὐκ ἂν τούτῳ γε τῷ παθήματι εἶεν καλαί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme