Thesauros Literature Philosophy Ἱππίας μείζων

Ἱππίας μείζων

Ἱππίας μείζων Plato

297

Σωκράτης
ΣΩ. οὐκοῦν ὑπὸ τοῦ ποιοῦντος ποιεῖται οὐκ ἄλλο τι ἢ τὸ γιγνόμενον, ἀλλʼ οὐ τὸ ποιοῦν; 5
Ἱππίας
ΙΠ. ἔστι ταῦτα.
Σωκράτης
ΣΩ. οὐκοῦν ἄλλο τι τὸ γιγνόμενον, ἄλλο δὲ τὸ ποιοῦν;
Ἱππίας
ΙΠ. ναί.
Σωκράτης
ΣΩ. οὐκ ἄρα τό γʼ αἴτιον αἴτιον αἰτίου ἐστίν, ἀλλὰ τοῦ γιγνομένου ὑφʼ ἑαυτοῦ.
Ἱππίας
ΙΠ. πάνυ γε. 10
Σωκράτης
ΣΩ. εἰ ἄρα τὸ καλόν ἐστιν αἴτιον ἀγαθοῦ, γίγνοιτʼ ἂν ὑπὸ τοῦ καλοῦ τὸ ἀγαθόν· καὶ διὰ ταῦτα, ὡς ἔοικε, σπουδάζομεν καὶ τὴν φρόνησιν καὶ τἆλλα πάντα τὰ καλά, ὅτι τὸ ἔργον αὐτῶν καὶ τὸ ἔκγονον σπουδαστόν ἐστι, τὸ ἀγαθόν, καὶ κινδυνεύει ἐξ ὧν εὑρίσκομεν ἐν πατρός τινος ἰδέᾳ εἶναι τὸ καλὸν τοῦ ἀγαθοῦ.
Ἱππίας
ΙΠ. πάνυ μὲν οὖν· καλῶς γὰρ λέγεις, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ τόδε καλῶς λέγω, ὅτι οὔτε ὁ πατὴρ ὑός ἐστιν, οὔτε ὁ ὑὸς πατήρ;
Ἱππίας
ΙΠ. καλῶς μέντοι.
Σωκράτης
ΣΩ. οὐδέ γε τὸ αἴτιον γιγνόμενόν ἐστιν, οὐδὲ τὸ γιγνόμενον αὖ αἴτιον. 15
Ἱππίας
ΙΠ. ἀληθῆ λέγεις.
Σωκράτης
ΣΩ. μὰ Δία, ὦ ἄριστε, οὐδὲ ἄρα τὸ καλὸν ἀγαθόν ἐστιν, οὐδὲ τὸ ἀγαθὸν καλόν· ἢ δοκεῖ σοι οἷόν τε εἶναι ἐκ τῶν προειρημένων;
Ἱππίας
ΙΠ. οὐ μὰ τὸν Δία, οὔ μοι φαίνεται.
Σωκράτης
ΣΩ. ἀρέσκει οὖν ἡμῖν καὶ ἐθέλοιμεν ἂν λέγειν ὡς τὸ καλὸν οὐκ ἀγαθὸν οὐδὲ τὸ ἀγαθὸν καλόν;
Ἱππίας
ΙΠ. οὐ μὰ τὸν Δία, οὐ πάνυ μοι ἀρέσκει. 20
Σωκράτης
ΣΩ. ναὶ μὰ τὸν Δία, ὦ Ἱππία· ἐμοὶ δέ γε πάντων ἥκιστα ἀρέσκει ὧν εἰρήκαμεν λόγων.
Ἱππίας
ΙΠ. ἔοικε γὰρ οὕτως.
Σωκράτης
ΣΩ. κινδυνεύει ἄρα ἡμῖν, οὐχ ὥσπερ ἄρτι ἐφαίνετο κάλλιστος εἶναι τῶν λόγων τὸ ὠφέλιμον καὶ τὸ χρήσιμόν τε καὶ τὸ δυνατὸν ἀγαθόν τι ποιεῖν καλὸν εἶναι, οὐχ οὕτως ἔχειν, ἀλλʼ, εἰ οἷόν τέ ἐστιν, ἐκείνων εἶναι γελοιότερος τῶν πρώτων, ἐν οἷς τήν τε παρθένον ᾠόμεθα εἶναι τὸ καλὸν καὶ ἓν ἕκαστον τῶν ἔμπροσθεν λεχθέντων.
Ἱππίας
ΙΠ. ἔοικεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme