Thesauros Literature Philosophy Μένων

Μένων

Μένων Plato

98

Σωκράτης
ΣΩ. ἐπειδὴ τοίνυν οὐ μόνον διʼ ἐπιστήμην ἀγαθοὶ ἄνδρες ἂν εἶεν καὶ ὠφέλιμοι ταῖς πόλεσιν, εἴπερ εἶεν, ἀλλὰ καὶ διʼ ὀρθὴν δόξαν, τούτοιν δὲ οὐδέτερον φύσει ἐστὶν τοῖς ἀνθρώποις, οὔτε ἐπιστήμη οὔτε δόξα ἀληθής, οὔτʼ ἐπίκτητα—ἢ δοκεῖ σοι φύσει ὁποτερονοῦν αὐτοῖν εἶναι;
Μένων
ΜΕΝ. οὐκ ἔμοιγε.
Σωκράτης
ΣΩ. οὐκοῦν ἐπειδὴ οὐ φύσει, οὐδὲ οἱ ἀγαθοὶ φύσει εἶεν ἄν.
Μένων
ΜΕΝ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. ἐπειδὴ δέ γε οὐ φύσει, ἐσκοποῦμεν τὸ μετὰ τοῦτο εἰ διδακτόν ἐστιν. 15
Μένων
ΜΕΝ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν διδακτὸν ἔδοξεν εἶναι, εἰ φρόνησις ἡ ἀρετή;
Μένων
ΜΕΝ. ναί.
Σωκράτης
ΣΩ. κἂν εἴ γε διδακτὸν εἴη, φρόνησις ἂν εἶναι;
Μένων
ΜΕΝ. πάνυ γε. 20
Σωκράτης
ΣΩ. καὶ εἰ μέν γε διδάσκαλοι εἶεν, διδακτὸν ἂν εἶναι, μὴ ὄντων δὲ οὐ διδακτόν;
Μένων
ΜΕΝ. οὕτω.
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν ὡμολογήκαμεν μὴ εἶναι αὐτοῦ διδασκάλους;
Μένων
ΜΕΝ. ἔστι ταῦτα.
Σωκράτης
ΣΩ. ὡμολογήκαμεν ἄρα μήτε διδακτὸν αὐτὸ μήτε φρόνησιν εἶναι; 25
Μένων
ΜΕΝ. πάνυ γε.
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν ἀγαθόν γε αὐτὸ ὁμολογοῦμεν εἶναι;
Μένων
ΜΕΝ. ναί.
Σωκράτης
ΣΩ. ὠφέλιμον δὲ καὶ ἀγαθὸν εἶναι τὸ ὀρθῶς ἡγούμενον;
Μένων
ΜΕΝ. πάνυ γε. 30

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme