Thesauros Literature Philosophy Μένων

Μένων

Μένων Plato

84–85

Σωκράτης
ΣΩ. ἕτερον δὲ αὐτῷ προσθεῖμεν ἂν τουτὶ ἴσον;
Παῖς
ΠΑΙ. ναί.
Σωκράτης
ΣΩ. καὶ τρίτον τόδε ἴσον ἑκατέρῳ τούτων;
Παῖς
ΠΑΙ. ναί. 20
Σωκράτης
ΣΩ. οὐκοῦν προσαναπληρωσαίμεθʼ ἂν τὸ ἐν τῇ γωνίᾳ τόδε;
Παῖς
ΠΑΙ. πάνυ γε.
Σωκράτης
ΣΩ. ἄλλο τι οὖν γένοιτʼ ἂν τέτταρα ἴσα χωρία τάδε;
Παῖς
ΠΑΙ. ναί.
Σωκράτης
ΣΩ. τί οὖν; τὸ ὅλον τόδε ποσαπλάσιον τοῦδε γίγνεται; 25
Παῖς
ΠΑΙ. τετραπλάσιον.
Σωκράτης
ΣΩ. ἔδει δέ γε διπλάσιον ἡμῖν γενέσθαι· ἢ οὐ μέμνησαι;
Παῖς
ΠΑΙ. πάνυ γε.
Σωκράτης
ΣΩ. οὐκοῦν ἐστιν αὕτη γραμμὴ ἐκ γωνίας εἰς γωνίαν τινὰ τέμνουσα δίχα ἕκαστον τούτων τῶν χωρίων;
Παῖς
ΠΑΙ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν τέτταρες αὗται γίγνονται γραμμαὶ ἴσαι, περιέχουσαι τουτὶ τὸ χωρίον;
Παῖς
ΠΑΙ. γίγνονται γάρ.
Σωκράτης
ΣΩ. σκόπει δή· πηλίκον τί ἐστιν τοῦτο τὸ χωρίον; 5
Παῖς
ΠΑΙ. οὐ μανθάνω.
Σωκράτης
ΣΩ. οὐχὶ τεττάρων ὄντων τούτων ἥμισυ ἑκάστου ἑκάστη ἡ γραμμὴ ἀποτέτμηκεν ἐντός; ἢ οὔ;
Παῖς
ΠΑΙ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme