Thesauros Literature Philosophy Μένων

Μένων

Μένων Plato

78–79

Σωκράτης
ΣΩ. ἴδωμεν δὴ καὶ τοῦτο εἰ ἀληθὲς λέγεις· ἴσως γὰρ ἂν εὖ λέγοις. τἀγαθὰ φῂς οἷόν τʼ εἶναι πορίζεσθαι ἀρετὴν εἶναι;
Μένων
ΜΕΝ. ἔγωγε.
Σωκράτης
ΣΩ. ἀγαθὰ δὲ καλεῖς οὐχὶ οἷον ὑγίειάν τε καὶ πλοῦτον; 20
Μένων
ΜΕΝ. καὶ χρυσίον λέγω καὶ ἀργύριον κτᾶσθαι καὶ τιμὰς ἐν πόλει καὶ ἀρχάς.
Σωκράτης
ΣΩ. μὴ ἄλλʼ ἄττα λέγεις τἀγαθὰ ἢ τὰ τοιαῦτα;
Μένων
ΜΕΝ. οὔκ, ἀλλὰ πάντα λέγω τὰ τοιαῦτα.
Σωκράτης
ΣΩ. εἶεν· χρυσίον δὲ δὴ καὶ ἀργύριον πορίζεσθαι ἀρετή ἐστιν, ὥς φησι Μένων ὁ τοῦ μεγάλου βασιλέως πατρικὸς ξένος. πότερον προστιθεῖς τούτῳ τῷ πόρῳ, ὦ Μένων, τὸ δικαίως καὶ ὁσίως, ἢ οὐδέν σοι διαφέρει, ἀλλὰ κἂν ἀδίκως τις αὐτὰ πορίζηται, ὁμοίως σὺ αὐτὰ ἀρετὴν καλεῖς;
Μένων
ΜΕΝ. οὐ δήπου, ὦ Σώκρατες. 25
Σωκράτης
ΣΩ. ἀλλὰ κακίαν.
Μένων
ΜΕΝ. πάντως δήπου.
Σωκράτης
ΣΩ. δεῖ ἄρα, ὡς ἔοικε, τούτῳ τῷ πόρῳ δικαιοσύνην ἢ σωφροσύνην ἢ ὁσιότητα προσεῖναι, ἢ ἄλλο τι μόριον ἀρετῆς· εἰ δὲ μή, οὐκ ἔσται ἀρετή, καίπερ ἐκπορίζουσα τἀγαθά.
Μένων
ΜΕΝ. πῶς γὰρ ἄνευ τούτων ἀρετὴ γένοιτʼ ἄν;
Σωκράτης
ΣΩ. τὸ δὲ μὴ ἐκπορίζειν χρυσίον καὶ ἀργύριον, ὅταν μὴ δίκαιον ᾖ, μήτε αὑτῷ μήτε ἄλλῳ, οὐκ ἀρετὴ καὶ αὕτη ἐστὶν ἡ ἀπορία; 30
Μένων
ΜΕΝ. φαίνεται.
Σωκράτης
ΣΩ. οὐδὲν ἄρα μᾶλλον ὁ πόρος τῶν τοιούτων ἀγαθῶν ἢ ἡ ἀπορία ἀρετὴ ἂν εἴη, ἀλλά, ὡς ἔοικεν, ὃ μὲν ἂν μετὰ δικαιοσύνης γίγνηται, ἀρετὴ ἔσται, ὃ δʼ ἂν ἄνευ πάντων τῶν τοιούτων, κακία.
Μένων
ΜΕΝ. δοκεῖ μοι ἀναγκαῖον εἶναι ὡς λέγεις.
Σωκράτης
ΣΩ. οὐκοῦν τούτων ἕκαστον ὀλίγον πρότερον μόριον ἀρετῆς ἔφαμεν εἶναι, τὴν δικαιοσύνην καὶ σωφροσύνην καὶ πάντα τὰ τοιαῦτα;
Μένων
ΜΕΝ. ναί.
Σωκράτης
ΣΩ. εἶτα, ὦ Μένων, παίζεις πρός με; 5
Μένων
ΜΕΝ. τί δή, ὦ Σώκρατες;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme