Thesauros Literature Philosophy Γοργίας

Γοργίας

Γοργίας Plato

496

Σωκράτης
ΣΩ. ἐὰν εὕρωμεν ἄρα ἄττα ὧν ἅμα τε ἀπαλλάττεται ἄνθρωπος καὶ ἅμα ἔχει, δῆλον ὅτι ταῦτά γε οὐκ ἂν εἴη τό τε ἀγαθὸν καὶ τὸ κακόν. ὁμολογοῦμεν ταῦτα; καὶ εὖ μάλα σκεψάμενος ἀποκρίνου.
Καλλίκλης
ΚΑΛ. ἀλλʼ ὑπερφυῶς ὡς ὁμολογῶ.
Σωκράτης
ΣΩ. ἴθι δὴ ἐπὶ τὰ ἔμπροσθεν ὡμολογημένα. τὸ πεινῆν ἔλεγες πότερον ἡδὺ ἢ ἀνιαρὸν εἶναι; αὐτὸ λέγω τὸ πεινῆν.
Καλλίκλης
ΚΑΛ. ἀνιαρὸν ἔγωγε· τὸ μέντοι πεινῶντα ἐσθίειν ἡδὺ λέγω. 20
Σωκράτης
ΣΩ. μανθάνω· ἀλλʼ οὖν τό γε πεινῆν αὐτὸ ἀνιαρόν. ἢ οὐχί;
Καλλίκλης
ΚΑΛ. φημί.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ τὸ διψῆν;
Καλλίκλης
ΚΑΛ. σφόδρα γε.
Σωκράτης
ΣΩ. πότερον οὖν ἔτι πλείω ἐρωτῶ, ἢ ὁμολογεῖς ἅπασαν ἔνδειαν καὶ ἐπιθυμίαν ἀνιαρὸν εἶναι; 25
Καλλίκλης
ΚΑΛ. ὁμολογῶ, ἀλλὰ μὴ ἐρώτα.
Σωκράτης
ΣΩ. εἶεν· διψῶντα δὲ δὴ πίνειν ἄλλο τι ἢ ἡδὺ φῂς εἶναι;
Καλλίκλης
ΚΑΛ. ἔγωγε.
Σωκράτης
ΣΩ. οὐκοῦν τούτου οὗ λέγεις τὸ μὲν διψῶντα λυπούμενον δήπου ἐστίν;
Καλλίκλης
ΚΑΛ. ναί. 30
Σωκράτης
ΣΩ. τὸ δὲ πίνειν πλήρωσίς τε τῆς ἐνδείας καὶ ἡδονή;
Καλλίκλης
ΚΑΛ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν κατὰ τὸ πίνειν χαίρειν λέγεις;
Καλλίκλης
ΚΑΛ. μάλιστα.
Σωκράτης
ΣΩ. διψῶντά γε. 35
Καλλίκλης
ΚΑΛ. φημί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme