Thesauros Literature Philosophy Γοργίας

Γοργίας

Γοργίας Plato

478

Σωκράτης
ΣΩ. ἀλλʼ ὠφέλιμόν γε. ἦ γάρ; 20
Πῶλος
ΠΩΛ. ναί.
Σωκράτης
ΣΩ. μεγάλου γὰρ κακοῦ ἀπαλλάττεται, ὥστε λυσιτελεῖ ὑπομεῖναι τὴν ἀλγηδόνα καὶ ὑγιῆ εἶναι.
Πῶλος
ΠΩΛ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. ἆρʼ οὖν οὕτως ἂν περὶ σῶμα εὐδαιμονέστατος ἄνθρωπος εἴη, ἰατρευόμενος, ἢ μηδὲ κάμνων ἀρχήν;
Πῶλος
ΠΩΛ. δῆλον ὅτι μηδὲ κάμνων. 25
Σωκράτης
ΣΩ. οὐ γὰρ τοῦτʼ ἦν εὐδαιμονία, ὡς ἔοικε, κακοῦ ἀπαλλαγή, ἀλλὰ τὴν ἀρχὴν μηδὲ κτῆσις.
Πῶλος
ΠΩΛ. ἔστι ταῦτα.
Σωκράτης
ΣΩ. τί δέ; ἀθλιώτερος πότερος δυοῖν ἐχόντοιν κακὸν εἴτʼ ἐν σώματι εἴτʼ ἐν ψυχῇ, ὁ ἰατρευόμενος καὶ ἀπαλλαττόμενος τοῦ κακοῦ, ἢ ὁ μὴ ἰατρευόμενος, ἔχων δέ;
Πῶλος
ΠΩΛ. φαίνεταί μοι ὁ μὴ ἰατρευόμενος.
Σωκράτης
ΣΩ. οὐκοῦν τὸ δίκην διδόναι μεγίστου κακοῦ ἀπαλλαγὴ ἦν, πονηρίας; 30
Πῶλος
ΠΩΛ. ἦν γάρ.
Σωκράτης
ΣΩ. σωφρονίζει γάρ που καὶ δικαιοτέρους ποιεῖ καὶ ἰατρικὴ γίγνεται πονηρίας ἡ δίκη.
Πῶλος
ΠΩΛ. ναί.
Σωκράτης
ΣΩ. εὐδαιμονέστατος μὲν ἄρα ὁ μὴ ἔχων κακίαν ἐν ψυχῇ, ἐπειδὴ τοῦτο μέγιστον τῶν κακῶν ἐφάνη.
Πῶλος
ΠΩΛ. δῆλον δή. 35
Σωκράτης
ΣΩ. δεύτερος δέ που ὁ ἀπαλλαττόμενος.
Πῶλος
ΠΩΛ. ἔοικεν.
Σωκράτης
ΣΩ. οὗτος δʼ ἦν ὁ νουθετούμενός τε καὶ ἐπιπληττόμενος καὶ δίκην διδούς.
Πῶλος
ΠΩΛ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme