Thesauros Literature Philosophy Γοργίας

Γοργίας

Γοργίας Plato

477–478

Σωκράτης
ΣΩ. τίς δὲ νόσου; οὐκ ἰατρική;
Πῶλος
ΠΩΛ. ἀνάγκη.
Σωκράτης
ΣΩ. τίς δὲ πονηρίας καὶ ἀδικίας; εἰ μὴ οὕτως εὐπορεῖς, ὧδε σκόπει· ποῖ ἄγομεν καὶ παρὰ τίνας τοὺς κάμνοντας τὰ σώματα;
Πῶλος
ΠΩΛ. παρὰ τοὺς ἰατρούς, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. ποῖ δὲ τοὺς ἀδικοῦντας καὶ τοὺς ἀκολασταίνοντας;
Πῶλος
ΠΩΛ. παρὰ τοὺς δικαστὰς λέγεις; 5
Σωκράτης
ΣΩ. οὐκοῦν δίκην δώσοντας;
Πῶλος
ΠΩΛ. φημί.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν οὐ δικαιοσύνῃ τινὶ χρώμενοι κολάζουσιν οἱ ὀρθῶς κολάζοντες;
Πῶλος
ΠΩΛ. δῆλον δή.
Σωκράτης
ΣΩ. χρηματιστικὴ μὲν ἄρα πενίας ἀπαλλάττει, ἰατρικὴ δὲ νόσου, δίκη δὲ ἀκολασίας καὶ ἀδικίας. 10
Πῶλος
ΠΩΛ. φαίνεται.
Σωκράτης
ΣΩ. τί οὖν τούτων κάλλιστόν ἐστιν ὧν λέγεις;
Πῶλος
ΠΩΛ. τίνων λέγεις;
Σωκράτης
ΣΩ. χρηματιστικῆς, ἰατρικῆς, δίκης.
Πῶλος
ΠΩΛ. πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ δίκη. 15
Σωκράτης
ΣΩ. οὐκοῦν αὖ ἤτοι ἡδονὴν πλείστην ποιεῖ ἢ ὠφελίαν ἢ ἀμφότερα, εἴπερ κάλλιστόν ἐστιν;
Πῶλος
ΠΩΛ. ναί.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν τὸ ἰατρεύεσθαι ἡδύ ἐστιν, καὶ χαίρουσιν οἱ ἰατρευόμενοι;
Πῶλος
ΠΩΛ. οὐκ ἔμοιγε δοκεῖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme