Thesauros Literature Philosophy Γοργίας

Γοργίας

Γοργίας Plato

449–450

Γοργίας
ΓΟΡ. εἰσὶ μέν, ὦ Σώκρατες, ἔνιαι τῶν ἀποκρίσεων ἀναγκαῖαι διὰ μακρῶν τοὺς λόγους ποιεῖσθαι· οὐ μὴν ἀλλὰ πειράσομαί γε ὡς διὰ βραχυτάτων. καὶ γὰρ αὖ καὶ τοῦτο ἕν ἐστιν ὧν φημι, μηδένα ἂν ἐν βραχυτέροις ἐμοῦ τὰ αὐτὰ εἰπεῖν. 10
Σωκράτης
ΣΩ. τούτου μὴν δεῖ, ὦ Γοργία· καί μοι ἐπίδειξιν αὐτοῦ τούτου ποίησαι, τῆς βραχυλογίας, μακρολογίας δὲ εἰς αὖθις.
Γοργίας
ΓΟΡ. ἀλλὰ ποιήσω, καὶ οὐδενὸς φήσεις βραχυλογωτέρου ἀκοῦσαι.
Σωκράτης
ΣΩ. φέρε δή· ῥητορικῆς γὰρ φῂς ἐπιστήμων τέχνης εἶναι καὶ ποιῆσαι ἂν καὶ ἄλλον ῥήτορα· ἡ ῥητορικὴ περὶ τί τῶν ὄντων τυγχάνει οὖσα; ὥσπερ ἡ ὑφαντικὴ περὶ τὴν τῶν ἱματίων ἐργασίαν· ἦ γάρ;
Γοργίας
ΓΟΡ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ἡ μουσικὴ περὶ τὴν τῶν μελῶν ποίησιν; 15
Γοργίας
ΓΟΡ. ναί.
Σωκράτης
ΣΩ. νὴ τὴν Ἥραν, ὦ Γοργία, ἄγαμαί γε τὰς ἀποκρίσεις, ὅτι ἀποκρίνῃ ὡς οἷόν τε διὰ βραχυτάτων.
Γοργίας
ΓΟΡ. πάνυ γὰρ οἶμαι, ὦ Σώκρατες, ἐπιεικῶς τοῦτο ποιεῖν.
Σωκράτης
ΣΩ. εὖ λέγεις. ἴθι δή μοι ἀπόκριναι οὕτως καὶ περὶ τῆς ῥητορικῆς, περὶ τί τῶν ὄντων ἐστὶν ἐπιστήμη;
Γοργίας
ΓΟΡ. περὶ λόγους. 20
Σωκράτης
ΣΩ. ποίους τούτους, ὦ Γοργία; ἆρα οἳ δηλοῦσι τοὺς κάμνοντας, ὡς ἂν διαιτώμενοι ὑγιαίνοιεν;
Γοργίας
ΓΟΡ. οὔ.
Σωκράτης
ΣΩ. οὐκ ἄρα περὶ πάντας γε τοὺς λόγους ἡ ῥητορική ἐστιν.
Γοργίας
ΓΟΡ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν λέγειν γε ποιεῖ δυνατούς. 25
Γοργίας
ΓΟΡ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν περὶ ὧνπερ λέγειν, καὶ φρονεῖν;
Γοργίας
ΓΟΡ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. ἆρʼ οὖν,ἣν νυνδὴ ἐλέγομεν, ἡ ἰατρικὴ περὶ τῶν καμνόντων ποιεῖ δυνατοὺς εἶναι φρονεῖν καὶ λέγειν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme