Thesauros Literature Philosophy Γοργίας

Γοργίας

Γοργίας Plato

468–469

Σωκράτης
ΣΩ. ἀληθῆ ἄρα ἐγὼ ἔλεγον, λέγων ὅτι ἔστιν ἄνθρωπον ποιοῦντα ἐν πόλει ἃ δοκεῖ αὐτῷ μὴ μέγα δύνασθαι μηδὲ ποιεῖν ἃ βούλεται.
Πῶλος
ΠΩΛ. ὡς δὴ σύ, ὦ Σώκρατες, οὐκ ἂν δέξαιο ἐξεῖναί σοι ποιεῖν ὅτι δοκεῖ σοι ἐν τῇ πόλει μᾶλλον ἢ μή, οὐδὲ ζηλοῖς ὅταν ἴδῃς τινὰ ἢ ἀποκτείναντα ὃν ἔδοξεν αὐτῷ ἢ ἀφελόμενον χρήματα ἢ δήσαντα.
Σωκράτης
ΣΩ. δικαίως λέγεις ἢ ἀδίκως;
Πῶλος
ΠΩΛ. ὁπότερʼ ἂν ποιῇ, οὐκ ἀμφοτέρως ζηλωτόν ἐστιν;
Σωκράτης
ΣΩ. εὐφήμει, ὦ Πῶλε.
Πῶλος
ΠΩΛ. τί δή;
Σωκράτης
ΣΩ. ὅτι οὐ χρὴ οὔτε τοὺς ἀζηλώτους ζηλοῦν οὔτε τοὺς ἀθλίους, ἀλλʼ ἐλεεῖν.
Πῶλος
ΠΩΛ. τί δέ; οὕτω σοι δοκεῖ ἔχειν περὶ ὧν ἐγὼ λέγω τῶν ἀνθρώπων; 5
Σωκράτης
ΣΩ. πῶς γὰρ οὔ;
Πῶλος
ΠΩΛ. ὅστις οὖν ἀποκτείνυσιν ὃν ἂν δόξῃ αὐτῷ, δικαίως ἀποκτεινύς, ἄθλιος δοκεῖ σοι εἶναι καὶ ἐλεινός;
Σωκράτης
ΣΩ. οὐκ ἔμοιγε, οὐδὲ μέντοι ζηλωτός.
Πῶλος
ΠΩΛ. οὐκ ἄρτι ἄθλιον ἔφησθα εἶναι;
Σωκράτης
ΣΩ. τὸν ἀδίκως γε, ὦ ἑταῖρε, ἀποκτείναντα, καὶ ἐλεινόν γε πρός· τὸν δὲ δικαίως ἀζήλωτον. 10
Πῶλος
ΠΩΛ. ἦ που ὅ γε ἀποθνῄσκων ἀδίκως ἐλεινός τε καὶ ἄθλιός ἐστιν.
Σωκράτης
ΣΩ. ἧττον ἢ ὁ ἀποκτεινύς, ὦ Πῶλε, καὶ ἧττον ἢ ὁ δικαίως ἀποθνῄσκων.
Πῶλος
ΠΩΛ. πῶς δῆτα, ὦ Σώκρατες;
Σωκράτης
ΣΩ. οὕτως, ὡς μέγιστον τῶν κακῶν τυγχάνει ὂν τὸ ἀδικεῖν.
Πῶλος
ΠΩΛ. ἦ γὰρ τοῦτο μέγιστον; οὐ τὸ ἀδικεῖσθαι μεῖζον; 15
Σωκράτης
ΣΩ. ἥκιστά γε.
Πῶλος
ΠΩΛ. σὺ ἄρα βούλοιο ἂν ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme