Thesauros Literature Philosophy Γοργίας

Γοργίας

Γοργίας Plato

462

Πῶλος
ΠΩΛ. ἔγωγε.
Σωκράτης
ΣΩ. οὐδεμία ἔμοιγε δοκεῖ, ὦ Πῶλε, ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι.
Πῶλος
ΠΩΛ. ἀλλὰ τί σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι; 10
Σωκράτης
ΣΩ. πρᾶγμα ὃ φῂς σὺ ποιῆσαι τέχνην ἐν τῷ συγγράμματι ὃ ἐγὼ ἔναγχος ἀνέγνων.
Πῶλος
ΠΩΛ. τί τοῦτο λέγεις;
Σωκράτης
ΣΩ. ἐμπειρίαν ἔγωγέ τινα.
Πῶλος
ΠΩΛ. ἐμπειρία ἄρα σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι;
Σωκράτης
ΣΩ. ἔμοιγε, εἰ μή τι σὺ ἄλλο λέγεις. 15
Πῶλος
ΠΩΛ. τίνος ἐμπειρία;
Σωκράτης
ΣΩ. χάριτός τινος καὶ ἡδονῆς ἀπεργασίας.
Πῶλος
ΠΩΛ. οὐκοῦν καλόν σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι, χαρίζεσθαι οἷόν τε εἶναι ἀνθρώποις;
Σωκράτης
ΣΩ. τί δέ, ὦ Πῶλε; ἤδη πέπυσαι παρʼ ἐμοῦ ὅτι φημὶ αὐτὴν εἶναι, ὥστε τὸ μετὰ τοῦτο ἐρωτᾷς εἰ οὐ καλή μοι δοκεῖ εἶναι;
Πῶλος
ΠΩΛ. οὐ γὰρ πέπυσμαι ὅτι ἐμπειρίαν τινὰ αὐτὴν φῂς εἶναι; 20
Σωκράτης
ΣΩ. βούλει οὖν, ἐπειδὴ τιμᾷς τὸ χαρίζεσθαι, σμικρόν τί μοι χαρίσασθαι;
Πῶλος
ΠΩΛ. ἔγωγε.
Σωκράτης
ΣΩ. ἐροῦ νῦν με, ὀψοποιία ἥτις μοι δοκεῖ τέχνη εἶναι.
Πῶλος
ΠΩΛ. ἐρωτῶ δή, τίς τέχνη ὀψοποιία;
Σωκράτης
ΣΩ. οὐδεμία, ὦ Πῶλε. 25
Πῶλος
ΠΩΛ. ἀλλὰ τί; φάθι.
Σωκράτης
ΣΩ. φημὶ δή, ἐμπειρία τις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme