Thesauros Literature Philosophy Γοργίας

Γοργίας

Γοργίας Plato

448

Γοργίας
ΓΟΡ. ἀληθῆ, ὦ Χαιρεφῶν· καὶ γὰρ νυνδὴ αὐτὰ ταῦτα ἐπηγγελλόμην, καὶ λέγω ὅτι οὐδείς μέ πω ἠρώτηκε καινὸν οὐδὲν πολλῶν ἐτῶν.
Χαιρεφῶν
ΧΑΙ. ἦ που ἄρα ῥᾳδίως ἀποκρινῇ, ὦ Γοργία.
Γοργίας
ΓΟΡ. πάρεστι τούτου πεῖραν, ὦ Χαιρεφῶν, λαμβάνειν.
Πῶλος
ΠΩΛ. νὴ Δία· ἂν δέ γε βούλῃ, ὦ Χαιρεφῶν, ἐμοῦ. Γοργίας μὲν γὰρ καὶ ἀπειρηκέναι μοι δοκεῖ· πολλὰ γὰρ ἄρτι διελήλυθεν.
Χαιρεφῶν
ΧΑΙ. τί δέ, ὦ Πῶλε; οἴει σὺ κάλλιον ἂν Γοργίου ἀποκρίνασθαι; 5
Πῶλος
ΠΩΛ. τί δὲ τοῦτο, ἐὰν σοί γε ἱκανῶς;
Χαιρεφῶν
ΧΑΙ. οὐδέν· ἀλλʼ ἐπειδὴ σὺ βούλει, ἀποκρίνου.
Πῶλος
ΠΩΛ. Ἐρώτα.
Χαιρεφῶν
ΧΑΙ. ἐρωτῶ δή. εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχνης ἧσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἡρόδικος, τί ἂν αὐτὸν ὠνομάζομεν δικαίως; οὐχ ὅπερ ἐκεῖνον;
Πῶλος
ΠΩΛ. πάνυ γε. 10
Χαιρεφῶν
ΧΑΙ. ἰατρὸν ἄρα φάσκοντες αὐτὸν εἶναι καλῶς ἂν ἐλέγομεν.
Πῶλος
ΠΩΛ. ναί.
Χαιρεφῶν
ΧΑΙ. εἰ δέ γε ἧσπερ Ἀριστοφῶν ὁ Ἀγλαοφῶντος ἢ ὁ ἀδελφὸς αὐτοῦ ἔμπειρος ἦν τέχνης, τίνα ἂν αὐτὸν ὀρθῶς ἐκαλοῦμεν;
Πῶλος
ΠΩΛ. δῆλον ὅτι ζωγράφον.
Χαιρεφῶν
ΧΑΙ. νῦν δʼ ἐπειδὴ τίνος τέχνης ἐπιστήμων ἐστίν, τίνα ἂν καλοῦντες αὐτὸν ὀρθῶς καλοῖμεν; 15
Πῶλος
ΠΩΛ. ὦ Χαιρεφῶν, πολλαὶ τέχναι ἐν ἀνθρώποις εἰσὶν ἐκ τῶν ἐμπειριῶν ἐμπείρως ηὑρημέναι· ἐμπειρία μὲν γὰρ ποιεῖ τὸν αἰῶνα ἡμῶν πορεύεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην. ἑκάστων δὲ τούτων μεταλαμβάνουσιν ἄλλοι ἄλλων ἄλλως, τῶν δὲ ἀρίστων οἱ ἄριστοι· ὧν καὶ Γοργίας ἐστὶν ὅδε, καὶ μετέχει τῆς καλλίστης τῶν τεχνῶν.
Σωκράτης
ΣΩ. καλῶς γε, ὦ Γοργία, φαίνεται πῶλος παρεσκευάσθαι εἰς λόγους· ἀλλὰ γὰρ ὃ ὑπέσχετο Χαιρεφῶντι οὐ ποιεῖ.
Γοργίας
ΓΟΡ. τί μάλιστα, ὦ Σώκρατες;
Σωκράτης
ΣΩ. τὸ ἐρωτώμενον οὐ πάνυ μοι φαίνεται ἀποκρίνεσθαι.
Γοργίας
ΓΟΡ. ἀλλὰ σύ, εἰ βούλει, ἐροῦ αὐτόν. 20

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme