Thesauros Literature Philosophy Γοργίας

Γοργίας

Γοργίας Plato

511

Σωκράτης
ΣΩ. οὐκοῦν τὸ μέγιστον αὐτῷ κακὸν ὑπάρξει μοχθηρῷ ὄντι τὴν ψυχὴν καὶ λελωβημένῳ διὰ τὴν μίμησιν τοῦ δεσπότου καὶ δύναμιν.
Καλλίκλης
ΚΑΛ. οὐκ οἶδʼ ὅπῃ στρέφεις ἑκάστοτε τοὺς λόγους ἄνω καὶ κάτω, ὦ Σώκρατες· ἢ οὐκ οἶσθα ὅτι οὗτος ὁ μιμούμενος τὸν μὴ μιμούμενον ἐκεῖνον ἀποκτενεῖ, ἐὰν βούληται, καὶ ἀφαιρήσεται τὰ ὄντα.
Σωκράτης
ΣΩ. οἶδα, ὠγαθὲ Καλλίκλεις, εἰ μὴ κωφός γʼ εἰμί, καὶ σοῦ ἀκούων καὶ Πώλου ἄρτι πολλάκις καὶ τῶν ἄλλων ὀλίγου πάντων τῶν ἐν τῇ πόλει· ἀλλὰ καὶ σὺ ἐμοῦ ἄκουε, ὅτι ἀποκτενεῖ μέν, ἂν βούληται, ἀλλὰ πονηρὸς ὢν καλὸν κἀγαθὸν ὄντα.
Καλλίκλης
ΚΑΛ. οὐκοῦν τοῦτο δὴ καὶ τὸ ἀγανακτητόν;
Σωκράτης
ΣΩ. οὐ νοῦν γε ἔχοντι, ὡς ὁ λόγος σημαίνει. ἢ οἴει δεῖν τοῦτο παρασκευάζεσθαι ἄνθρωπον, ὡς πλεῖστον χρόνον ζῆν, καὶ μελετᾶν τὰς τέχνας ταύτας αἳ ἡμᾶς ἀεὶ ἐκ τῶν κινδύνων σῴζουσιν, ὥσπερ καὶ ἣν σὺ κελεύεις ἐμὲ μελετᾶν τὴν ῥητορικὴν τὴν ἐν τοῖς δικαστηρίοις διασῴζουσαν; 5
Καλλίκλης
ΚΑΛ. ναὶ μὰ Δία ὀρθῶς γέ σοι συμβουλεύων.
Σωκράτης
ΣΩ. τί δέ, ὦ βέλτιστε; ἦ καὶ ἡ τοῦ νεῖν ἐπιστήμη σεμνή τίς σοι δοκεῖ εἶναι;
Καλλίκλης
ΚΑΛ. μὰ Δίʼ οὐκ ἔμοιγε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme