Thesauros Literature Philosophy Εὐθύδημος

Εὐθύδημος

Εὐθύδημος Plato

291–292

Σωκράτης
ΣΩ. ταύτῃ τῇ τέχνῃ ἥ τε στρατηγικὴ καὶ αἱ ἄλλαι παραδιδόναι ἄρχειν τῶν ἔργων ὧν αὐταὶ δημιουργοί εἰσιν, ὡς μόνῃ ἐπισταμένῃ χρῆσθαι. σαφῶς οὖν ἐδόκει ἡμῖν αὕτη εἶναι ἣν ἐζητοῦμεν, καὶ ἡ αἰτία τοῦ ὀρθῶς πράττειν ἐν τῇ πόλει, καὶ ἀτεχνῶς κατὰ τὸ Αἰσχύλου ἰαμβεῖον μόνη ἐν τῇ πρύμνῃ καθῆσθαι τῆς πόλεως, πάντα κυβερνῶσα καὶ πάντων ἄρχουσα πάντα χρήσιμα ποιεῖν.
Κρίτων
ΚΡ. οὐκοῦν καλῶς ὑμῖν ἐδόκει, ὦ Σώκρατες;
Σωκράτης
ΣΩ. σὺ κρινεῖς, ὦ Κρίτων, ἐὰν βούλῃ ἀκούειν καὶ τὰ μετὰ ταῦτα συμβάντα ἡμῖν. αὖθις γὰρ δὴ πάλιν ἐσκοποῦμεν ὧδέ πως· φέρε, πάντων ἄρχουσα ἡ βασιλικὴ τέχνη τὶ ἡμῖν ἀπεργάζεται ἔργον ἢ οὐδέν; πάντως δήπου, ἡμεῖς ἔφαμεν πρὸς ἀλλήλους. οὐ καὶ σὺ ἂν ταῦτα φαίης, ὦ Κρίτων; 10
Κρίτων
ΚΡ. ἔγωγε.
Σωκράτης
ΣΩ. τί οὖν ἂν φαίης αὐτῆς ἔργον εἶναι; ὥσπερ εἰ σὲ ἐγὼ ἐρωτῴην, πάντων ἄρχουσα ἡ ἰατρικὴ ὧν ἄρχει, τί ἔργον παρέχεται; οὐ τὴν ὑγίειαν ἂν φαίης;
Κρίτων
ΚΡ. ἔγωγε.
Σωκράτης
ΣΩ. τί δὲ ἡ ὑμετέρα τέχνη ἡ γεωργία; πάντων ἄρχουσα ὧν ἄρχει, τί ἔργον ἀπεργάζεται; οὐ τὴν τροφὴν ἂν φαίης τὴν ἐκ τῆς γῆς παρέχειν ἡμῖν;
Κρίτων
ΚΡ. ἔγωγε.
Σωκράτης
ΣΩ. τί δὲ ἡ βασιλικὴ πάντων ἄρχουσα ὧν ἄρχει; τί ἀπεργάζεται; ἴσως οὐ πάνυ γʼ εὐπορεῖς.
Κρίτων
ΚΡ. μὰ τὸν Δία, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. οὐδὲ γὰρ ἡμεῖς, ὦ Κρίτων· ἀλλὰ τοσόνδε γε οἶσθα, ὅτι εἴπερ ἐστὶν αὕτη ἣν ἡμεῖς ζητοῦμεν, ὠφέλιμον αὐτὴν δεῖ εἶναι. 5
Κρίτων
ΚΡ. πάνυ γε.
Σωκράτης
ΣΩ. οὐκοῦν ἀγαθόν γέ τι δεῖ ἡμῖν αὐτὴν παραδιδόναι;
Κρίτων
ΚΡ. ἀνάγκη, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. ἀγαθὸν δέ γέ που ὡμολογήσαμεν ἀλλήλοις ἐγώ τε καὶ Κλεινίας οὐδὲν εἶναι ἄλλο ἢ ἐπιστήμην τινά.
Κρίτων
ΚΡ. ναί, οὕτως ἔλεγες. 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme