125–126
Θεάγης
ΘΕ. ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ἔγωγε.
Σωκράτης
ΣΩ. ἀλλὰ βούλει ἐγώ σοι εἴπω;
Σωκράτης
ΣΩ. ταῦτʼ ἐστὶν ἅπερ ἔφη Ἀνακρέων τὴν Καλλικρίτην ἐπίστασθαι· ἢ οὐκ οἶσθα τὸ ᾆσμα;
15
Σωκράτης
ΣΩ. τί οὖν; τοιαύτης τινὸς καὶ σὺ συνουσίας ἐπιθυμεῖς ἀνδρὸς ὅστις τυγχάνει ὁμότεχνος ὢν Καλλικρίτῃ τῇ Κυάνης καὶ ἐπίσταται τυραννικά, ὥσπερ ἐκείνην ἔφη ὁ ποιητής, ἵνα καὶ σὺ ἡμῖν τύραννος γένῃ καὶ τῇ πόλει;
Θεάγης
ΘΕ. πάλαι, ὦ Σώκρατες, σκώπτεις καὶ παίζεις πρός με.
Σωκράτης
ΣΩ. τί δέ; οὐ ταύτης φῂς τῆς σοφίας ἐπιθυμεῖν ᾗ πάντων ἂν τῶν πολιτῶν ἄρχοις; τοῦτο δὲ ποιῶν ἄλλο τι ἢ τύραννος ἂν εἴης;
Θεάγης
ΘΕ. εὐξαίμην μὲν ἂν οἶμαι ἔγωγε τύραννος γενέσθαι, μάλιστα μὲν πάντων ἀνθρώπων, εἰ δὲ μή, ὡς πλείστων· καὶ σύ γʼ ἂν οἶμαι καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι—ἔτι δέ γε ἴσως μᾶλλον θεὸς γενέσθαι—ἀλλʼ οὐ τούτου ἔλεγον ἐπιθυμεῖν.
Σωκράτης
ΣΩ. ἀλλὰ τί δή ἐστί ποτε οὗ ἐπιθυμεῖς; οὐ τῶν πολιτῶν φῂς ἄρχειν ἐπιθυμεῖν;
Θεάγης
ΘΕ. οὐ βίᾳ γε οὐδʼ ὥσπερ οἱ τύραννοι ἀλλʼ ἑκόντων, ὥσπερ καὶ οἱ ἄλλοι οἱ ἐν τῇ πόλει ἐλλόγιμοι ἄνδρες.
Σωκράτης
ΣΩ. ἆρά γε λέγεις ὥσπερ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων καὶ ὅσοι τὰ πολιτικὰ δεινοὶ γεγόνασιν;
Θεάγης
ΘΕ. νὴ Δία τούτους λέγω.
5
Σωκράτης
ΣΩ. τί οὖν εἰ τὰ ἱππικὰ ἐτύγχανες ἐπιθυμῶν σοφὸς γενέσθαι; παρὰ τίνας ἂν ἀφικόμενος ᾠήθης δεινὸς ἔσεσθαι ἱππεύς; ἦ παρʼ ἄλλους τινὰς ἢ τοὺς ἱππικούς;
Θεάγης
ΘΕ. μὰ Δία οὐκ ἔγωγε.
Σωκράτης
ΣΩ. ἀλλὰ παρʼ αὐτοὺς αὖ τοὺς δεινοὺς ὄντας ταῦτα, καὶ οἷς εἰσίν τε ἵπποι καὶ χρῶνται ἑκάστοτε καὶ οἰκείοις καὶ ἀλλοτρίοις πολλοῖς.