Thesauros Literature Philosophy Θεάγης

Θεάγης

Θεάγης Plato

124

Σωκράτης
ΣΩ. ἀλλʼ ἴσως ᾗ τούτων τε πάντων καὶ αὐτῶν τῶν γεωργῶν καὶ τῶν τεκτόνων καὶ τῶν δημιουργῶν ἁπάντων καὶ τῶν ἰδιωτῶν καὶ τῶν γυναικῶν καὶ ἀνδρῶν, ταύτην ἴσως λέγεις τὴν σοφίαν.
Θεάγης
ΘΕ. ταύτην πάλαι, ὦ Σώκρατες, βούλομαι λέγειν.
Σωκράτης
ΣΩ. ἔχεις οὖν εἰπεῖν, Αἴγισθος ὁ Ἀγαμέμνονα ἀποκτείνας ἐν Ἄργει ἆρα τούτων ἦρχεν ὧν σὺ λέγεις, τῶν τε δημιουργῶν καὶ ἰδιωτῶν καὶ ἀνδρῶν καὶ γυναικῶν συμπάντων, ἢ ἄλλων τινῶν; 10
Θεάγης
ΘΕ. οὔκ, ἀλλὰ τούτων.
Σωκράτης
ΣΩ. τί δὲ δή; Πηλεὺς ὁ Αἰακοῦ ἐν Φθίᾳ οὐ τῶν αὐτῶν τούτων ἦρχεν;
Θεάγης
ΘΕ. ναί.
Σωκράτης
ΣΩ. Περίανδρον δὲ τὸν Κυψέλου ἄρχοντα ἐν Κορίνθῳ ἤδη ἀκήκοας γενέσθαι;
Θεάγης
ΘΕ. ἔγωγε. 15
Σωκράτης
ΣΩ. οὐ τῶν αὐτῶν τούτων ἄρχοντα ἐν τῇ αὑτοῦ πόλει;
Θεάγης
ΘΕ. ναί.
Σωκράτης
ΣΩ. τί δὲ Ἀρχέλαον τὸν Περδίκκου, τὸν νεωστὶ τοῦτον ἄρχοντα ἐν Μακεδονίᾳ; οὐ τῶν αὐτῶν ἡγῇ τούτων ἄρχειν;
Θεάγης
ΘΕ. ἔγωγε.
Σωκράτης
ΣΩ. Ἱππίαν δὲ τὸν Πεισιστράτου ἐν τῇδε τῇ πόλει ἄρξαντα τίνων οἴει ἄρξαι; οὐ τούτων; 20
Θεάγης
ΘΕ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. εἴποις ἂν οὖν μοι τίνα ἐπωνυμίαν ἔχει Βάκις τε καὶ Σίβυλλα καὶ ὁ ἡμεδαπὸς Ἀμφίλυτος;
Θεάγης
ΘΕ. τίνα γὰρ ἄλλην, ὦ Σώκρατες, πλήν γε χρησμῳδοί;
Σωκράτης
ΣΩ. ὀρθῶς λέγεις. ἀλλὰ καὶ τούσδε μοι οὕτω πειρῶ ἀποκρίνασθαι, τίνα ἐπωνυμίαν ἔχει Ἱππίας καὶ Περίανδρος διὰ τὴν αὐτὴν ἀρχήν;
Θεάγης
ΘΕ. οἶμαι μὲν τύραννοι· τί γὰρ ἄλλο; 25
Σωκράτης
ΣΩ. οὐκοῦν ὅστις ἐπιθυμεῖ τῶν ἀνθρώπων τῶν ἐν τῇ πόλει συμπάντων ἄρχειν, τῆς αὐτῆς ἀρχῆς τούτοις ἐπιθυμεῖ, τυραννικῆς, καὶ τύραννος εἶναι;
Θεάγης
ΘΕ. φαίνεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme