123
Σωκράτης
ΣΩ. εἰ δὲ ἐπιθυμῶν ταύτην τὴν σοφίαν εἶναι σοφὸς ᾗ τὰ ἅρματα κυβερνῶσιν εἶτʼ ἐμέμφου τῷ πατρί, ἐμοῦ αὖ ἐρωτῶντος τίς ἐστιν αὕτη ἡ σοφία, τίνα ἂν ἀπεκρίνω αὐτὴν εἶναι; ἆρʼ οὐχὶ ἡνιοχικήν;
Σωκράτης
ΣΩ. ἧς δὲ δὴ νῦν τυγχάνεις ἐπιθυμῶν, πότερον ἀνώνυμός τίς ἐστιν ἢ ἔχει ὄνομα;
Θεάγης
ΘΕ. οἶμαι ἔγωγε ἔχειν.
10
Σωκράτης
ΣΩ. πότερον οὖν αὐτὴν μὲν οἶσθα, οὐ μέντοι τό γε ὄνομα, ἢ καὶ τὸ ὄνομα;
Θεάγης
ΘΕ. καὶ τὸ ὄνομα ἔγωγε.
Σωκράτης
ΣΩ. τί οὖν ἔστιν; εἰπέ.
Θεάγης
ΘΕ. τί δὲ ἄλλο, ὦ Σώκρατες, αὐτῇ ὄνομά τις φαίη ἂν εἶναι ἀλλʼ ἢ σοφίαν;
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ἡ ἡνιοχεία σοφία ἐστίν; ἢ ἀμαθία δοκεῖ σοι εἶναι;
15
Σωκράτης
ΣΩ. ἧι τί χρώμεθα; οὐχ ᾗ ἵππων ἐπιστάμεθα ζεύγους ἄρχειν;
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ἡ κυβερνητικὴ σοφία ἐστίν;
Σωκράτης
ΣΩ. ἆρʼ οὐχ αὕτη ᾗ πλοίων ἐπιστάμεθα ἄρχειν;
Σωκράτης
ΣΩ. ἧς δὲ δὴ σὺ ἐπιθυμεῖς ἡ σοφία τίς ἐστιν; ᾗ τίνος ἐπιστάμεθα ἄρχειν;
25
Θεάγης
ΘΕ. ἐμοὶ μὲν δοκεῖ, ᾗ τῶν ἀνθρώπων.