Thesauros Literature Philosophy Ἐρασταί

Ἐρασταί

Ἐρασταί Plato
137 τί δέ; πότερον ἥπερ βελτίστους τε ποιεῖ καὶ κολάζει ὀρθῶς, ἡ αὐτὴ δὲ καὶ γιγνώσκει τοὺς χρηστοὺς καὶ τοὺς μοχθηρούς, ἢ ἑτέρα τις;
137 ἡ αὐτή, ἔφη.
137 ἐθελήσεις οὖν καὶ κατʼ ἀνθρώπους τοῦτο ὁμολογεῖν, ἥπερ βελτίστους ἀνθρώπους ποιεῖ, ταύτην εἶναι καὶ τὴν κολάζουσαν ὀρθῶς καὶ διαγιγνώσκουσαν τοὺς χρηστούς τε καὶ μοχθηρούς;
137 πάνυ γʼ, ἔφη.
137 οὐκοῦν καὶ ἥτις ἕνα, καὶ πολλούς, καὶ ἥτις πολλούς, καὶ ἕνα;
137 ναί.
137 καὶ καθʼ ἵππων δὴ καὶ τῶν ἄλλων ἁπάντων οὕτως;
137 φημί.
137 τίς οὖν ἐστιν ἡ ἐπιστήμη, ἥτις τοὺς ἐν ταῖς πόλεσιν ἀκολασταίνοντας καὶ παρανομοῦντας ὀρθῶς κολάζει; οὐχ ἡ δικαστική;
137 ναί.
137 ἦ ἄλλην οὖν τινα καλεῖς καὶ δικαιοσύνην ἢ ταύτην;
137 οὐκ, ἀλλὰ ταύτην.
137 οὐκοῦν ᾗπερ κολάζουσιν ὀρθῶς, ταύτῃ καὶ γιγνώσκουσι τοὺς χρηστοὺς καὶ μοχθηρούς;
137 ταύτῃ.
137 ὅστις δὲ ἕνα γιγνώσκει, καὶ πολλοὺς γνώσεται;
137 ναί.
137 καὶ ὅστις γε πολλοὺς ἀγνοεῖ, καὶ ἕνα;
137 φημί.
137 εἰ ἄρα ἵππος ὢν ἀγνοοῖ τοὺς χρηστοὺς καὶ πονηροὺς ἵππους, κἂν ἑαυτὸν ἀγνοοῖ ποῖός τίς ἐστιν;
137 φημί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme