Thesauros Literature Philosophy Ἐρασταί

Ἐρασταί

Ἐρασταί Plato
136 οὐκοῦν νῦν ἄχρηστός τις ἡμῖν ἐστιν ὁ φιλόσοφος; εἰσὶ γὰρ ἡμῖν ἀεί που δημιουργοί· ὡμολογήσαμεν δὲ τοὺς μὲν ἀγαθοὺς χρησίμους εἶναι, τοὺς δὲ μοχθηροὺς ἀχρήστους.
136 ἠναγκάζετο ὁμολογεῖν.
136 τί οὖν μετὰ τοῦτο; ἔρωμαί σε ἢ ἀγροικότερόν ἐστιν ἐρέσθαι—
136 ἐροῦ ὅτι βούλει.
137 οὐδὲν δή, ἔφην ἐγώ, ζητῶ ἄλλο ἢ ἀνομολογήσασθαι τὰ εἰρημένα. ἔχει δέ πως ὡδί. ὡμολογήσαμεν καλὸν εἶναι τὴν φιλοσοφίαν καὶ αὐτοὶ φιλόσοφοι εἶναι, τοὺς δὲ φιλοσόφους ἀγαθούς, τοὺς δὲ ἀγαθοὺς χρησίμους, τοὺς δὲ πονηροὺς ἀχρήστους· αὖθις δʼ αὖ τοὺς φιλοσόφους ὡμολογήσαμεν, ἕως ἂν οἱ δημιουργοὶ ὦσιν, ἀχρήστους εἶναι, δημιουργοὺς δὲ ἀεὶ εἶναι. οὐ γὰρ ταῦτα ὡμολόγηται;
137 πάνυ γε, ἦ δʼ ὅς.
137 ὡμολογοῦμεν ἄρα, ὡς ἔοικε, κατά γε τὸν σὸν λόγον, εἴπερ τὸ φιλοσοφεῖν ἐστι περὶ τὰς τέχνας ἐπιστήμονας εἶναι ὃν σὺ λέγεις τὸν τρόπον, πονηροὺς αὐτοὺς εἶναι καὶ ἀχρήστους, ἕως ἂν ἐν ἀνθρώποις τέχναι ὦσιν. ἀλλὰ μὴ οὐχ οὕτως, ὦ φίλε, ἔχωσι, μηδʼ ᾖ τοῦτο φιλοσοφεῖν, περὶ τὰς τέχνας ἐσπουδακέναι, οὐδὲ πολυπραγμονοῦντα κυπτάζοντα ζῆν οὐδὲ πολυμαθοῦντα, ἀλλʼ ἄλλο τι, ἐπεὶ ἐγὼ ᾤμην καὶ ὄνειδος εἶναι τοῦτο καὶ βαναύσους καλεῖσθαι τοὺς περὶ τὰς τέχνας ἐσπουδακότας. ὧδε δὲ σαφέστερον εἰσόμεθα εἰ ἄρα ἀληθῆ λέγω, ἐὰν τοῦτο ἀποκρίνῃ· τίνες ἵππους ἐπίστανται κολάζειν ὀρθῶς; πότερον οἵπερ βελτίστους ποιοῦσιν ἢ ἄλλοι;
137 οἵπερ βελτίστους.
137 τί δέ; κύνας οὐχ οἳ βελτίστους ἐπίστανται ποιεῖν, οὗτοι καὶ κολάζειν ὀρθῶς ἐπίστανται;
137 ναί.
137 ἡ αὐτὴ ἄρα τέχνη βελτίστους τε ποιεῖ καὶ κολάζει ὀρθῶς;
137 φαίνεταί μοι, ἦ δʼ ὅς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme