133
τί δʼ ἄλλο γε ἢ κατὰ τὸ Σόλωνος; Σόλων γάρ που εἶπε—γηράσκω δʼ αἰεὶ πολλὰ διδασκόμενος·Solon Fr. 18καὶ ἐμοὶ δοκεῖ οὕτως ἀεὶ χρῆναι ἕν γέ τι μανθάνειν τὸν μέλλοντα φιλοσοφήσειν, καὶ νεώτερον ὄντα καὶ πρεσβύτερον, ἵνʼ ὡς πλεῖστα ἐν τῷ βίῳ μάθῃ. καί μοι τὸ μὲν πρῶτον ἔδοξε τὶ εἰπεῖν, ἔπειτά πως ἐννοήσας ἠρόμην αὐτὸν εἰ τὴν φιλοσοφίαν πολυμαθίαν ἡγοῖτο.
133
κἀκεῖνος, πάνυ, ἔφη.
133
ἡγῇ δὲ δὴ καλὸν εἶναι μόνον τὴν φιλοσοφίαν ἢ καὶ ἀγαθόν; ἦν δʼ ἐγώ.
133
καὶ ἀγαθόν, ἔφη, πάνυ.
133
πότερον οὖν ἐν φιλοσοφίᾳ τι τοῦτο ἴδιον ἐνορᾷς, ἢ καὶ ἐν τοῖς ἄλλοις οὕτω σοι δοκεῖ ἔχειν; οἷον φιλογυμναστίαν οὐ μόνον ἡγῇ καλὸν εἶναι, ἀλλὰ καὶ ἀγαθόν; ἢ οὔ;
133
ὁ δὲ καὶ μάλα εἰρωνικῶς εἶπε δύο· πρὸς μὲν τόνδε μοι εἰρήσθω ὅτι οὐδέτερα· πρὸς μέντοι σέ, ὦ Σώκρατες, ὁμολογῶ καὶ καλὸν εἶναι καὶ ἀγαθόν· ἡγοῦμαι γὰρ ὀρθῶς.
133
ἠρώτησα οὖν ἐγώ, ἆρʼ οὖν καὶ ἐν τοῖς γυμνασίοις τὴν πολυπονίαν φιλογυμναστίαν ἡγῇ εἶναι;
133
κἀκεῖνος ἔφη, πάνυ γε, ὥσπερ γε καὶ ἐν τῷ φιλοσοφεῖν τὴν πολυμαθίαν φιλοσοφίαν ἡγοῦμαι εἶναι.
133
κἀγὼ εἶπον, ἡγῇ δὲ δὴ τοὺς φιλογυμναστοῦντας ἄλλου του ἐπιθυμεῖν ἢ τούτου, ὅτι ποιήσει αὐτοὺς εὖ ἔχειν τὸ σῶμα;
133
τούτου, ἔφη.
133
ἦ οὖν οἱ πολλοὶ πόνοι τὸ σῶμα, ἦν δʼ ἐγώ, ποιοῦσιν εὖ ἔχειν;
134
πῶς γὰρ ἄν, ἔφη, ἀπό γε ὀλίγων πόνων τὸ σῶμά τις εὖ ἔχοι;
134
καί μοι ἔδοξεν ἤδη ἐνταῦθα κινητέος εἶναι ὁ φιλογυμναστής, ἵνα μοι βοηθήσῃ διὰ τὴν ἐμπειρίαν τῆς γυμναστικῆς· κἄπειτα ἠρόμην αὐτόν, σὺ δὲ δὴ τί σιγᾷς ἡμῖν, ὦ λῷστε, τούτου ταῦτα λέγοντος; ἢ καὶ σοὶ δοκοῦσιν οἱ ἄνθρωποι εὖ τὰ σώματα ἔχειν ἀπὸ τῶν πολλῶν πόνων, ἢ ἀπὸ τῶν μετρίων;