Thesauros Literature Philosophy Ἐρασταί

Ἐρασταί

Ἐρασταί Plato
132 ἦν δὲ οὗτος μὲν τοῖν ἐρασταῖν περὶ μουσικὴν διατετριφώς, ὁ δʼ ἕτερος, ὃν ἐλοιδόρει, περὶ γυμναστικήν. καί μοι ἔδοξε χρῆναι τὸν μὲν ἕτερον ἀφιέναι, τὸν ἐρωτώμενον, ὅτι οὐδʼ αὐτὸς προσεποιεῖτο περὶ λόγων ἔμπειρος εἶναι ἀλλὰ περὶ ἔργων, τὸν δὲ σοφώτερον προσποιούμενον εἶναι διερωτῆσαι, ἵνα καὶ εἴ τι δυναίμην παρʼ αὐτοῦ ὠφεληθείην. εἶπον οὖν ὅτι εἰς κοινὸν μὲν τὸ ἐρώτημα ἠρόμην· εἰ δὲ σὺ οἴει τοῦδε κάλλιον ἂν ἀποκρίνασθαι, σὲ ἐρωτῶ τὸ αὐτὸ ὅπερ καὶ τοῦτον, εἰ δοκεῖ σοι τὸ φιλοσοφεῖν καλὸν εἶναι ἢ οὔ.
133 σχεδὸν οὖν ταῦτα λεγόντων ἡμῶν ἐπακούσαντε τὼ μειρακίω ἐσιγησάτην, καὶ αὐτὼ παυσαμένω τῆς ἔριδος ἡμῶν ἀκροαταὶ ἐγενέσθην. καὶ ὅτι μὲν οἱ ἐρασταὶ ἔπαθον οὐκ οἶδα, αὐτὸς δʼ οὖν ἐξεπλάγην· ἀεὶ γάρ ποτε ὑπὸ τῶν νέων τε καὶ καλῶν ἐκπλήττομαι. ἐδόκει μέντοι μοι καὶ ὁ ἕτερος οὐχ ἧττον ἐμοῦ ἀγωνιᾶν· οὐ μὴν ἀλλʼ ἀπεκρίνατό γέ μοι καὶ μάλα φιλοτίμως. ὁπότε γάρ τοι, ἔφη, ὦ Σώκρατες, τὸ φιλοσοφεῖν αἰσχρὸν ἡγησαίμην εἶναι, οὐδʼ ἂν ἄνθρωπον νομίσαιμι ἐμαυτὸν εἶναι, οὐδʼ ἄλλον τὸν οὕτω διακείμενον, ἐνδεικνύμενος εἰς τὸν ἀντεραστήν, καὶ λέγων μεγάλῃ τῇ φωνῇ, ἵνʼ αὐτοῦ κατακούοι τὰ παιδικά.
133 καὶ ἐγὼ εἶπον, καλὸν ἄρα δοκεῖ σοι τὸ φιλοσοφεῖν;
133 πάνυ μὲν οὖν, ἔφη.
133 τί οὖν, ἐγὼ ἔφην· ἦ δοκεῖ σοι οἷόν τʼ εἶναι εἰδέναι πρᾶγμα ὁτιοῦν εἴτε καλὸν εἴτε αἰσχρόν ἐστιν, ὃ μὴ εἰδείη τις τὴν ἀρχὴν ὅτι ἔστιν;
133 οὐκ ἔφη.
133 οἶσθʼ ἄρα, ἦν δʼ ἐγώ, ὅτι ἔστιν τὸ φιλοσοφεῖν;
133 πάνυ γε, ἔφη.
133 τί οὖν ἔστιν; ἔφην ἐγώ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme