Thesauros Literature Philosophy Ἐρασταί

Ἐρασταί

Ἐρασταί Plato
137 καὶ εἰ βοῦς ὢν ἀγνοοῖ τοὺς πονηροὺς καὶ χρηστοὺς βοῦς, κἂν αὑτὸν ἀγνοοῖ ποῖός τίς ἐστιν;
137 ναί, ἔφη.
137 οὕτω δὴ καὶ εἰ κύων;
137 ὡμολόγει.
138 τί δʼ; ἐπειδὰν ἄνθρωπός τις ὢν ἀγνοῇ τοὺς χρηστοὺς καὶ μοχθηροὺς ἀνθρώπους, ἆρʼ οὐχ αὑτὸν ἀγνοεῖ πότερον χρηστός ἐστιν ἢ πονηρός, ἐπειδὴ καὶ αὐτὸς ἄνθρωπός ἐστιν;
138 συνεχώρει.
138 τὸ δὲ αὑτὸν ἀγνοεῖν σωφρονεῖν ἐστιν ἢ μὴ σωφρονεῖν;
138 μὴ σωφρονεῖν.
138 τὸ ἑαυτὸν ἄρα γιγνώσκειν ἐστὶ σωφρονεῖν;
138 φημί, ἔφη.
138 τοῦτʼ ἄρα, ὡς ἔοικε, τὸ ἐν Δελφοῖς γράμμα παρακελεύεται, σωφροσύνην ἀσκεῖν καὶ δικαιοσύνην.
138 ἔοικεν.
138 τῇ αὐτῇ δὲ ταύτῃ καὶ κολάζειν ὀρθῶς ἐπιστάμεθα;
138 ναί.
138 οὐκοῦν ᾗ μὲν κολάζειν ὀρθῶς ἐπιστάμεθα, δικαιοσύνη αὕτη ἐστίν, ᾗ δὲ διαγιγνώσκειν καὶ ἑαυτὸν καὶ ἄλλους, σωφροσύνη;
138 ἔοικεν, ἔφη.
138 ταὐτὸν ἄρα ἐστὶ καὶ δικαιοσύνη καὶ σωφροσύνη;
138 φαίνεται.
138 καὶ μὴν οὕτω γε καὶ αἱ πόλεις εὖ οἰκοῦνται, ὅταν οἱ ἀδικοῦντες δίκην διδῶσιν.
138 ἀληθῆ λέγεις, ἔφη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme