Thesauros Literature Philosophy Ἀλκιβιάδης βʹ

Ἀλκιβιάδης βʹ

Ἀλκιβιάδης βʹ Plato

138–139

Σωκράτης
ΣΩ. ὦ Ἀλκιβιάδη, ἆρά γε πρὸς τὸν θεὸν προσευξόμενος πορεύῃ;
Ἀλκιβιάδης
ΑΛ. πάνυ μὲν οὖν, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. φαίνῃ γέ τοι ἐσκυθρωπακέναι τε καὶ εἰς γῆν βλέπειν, ὥς τι συννοούμενος.
Ἀλκιβιάδης
ΑΛ. καὶ τί ἄν τις συννοοῖτο, ὦ Σώκρατες;
Σωκράτης
ΣΩ. τὴν μεγίστην, ὦ Ἀλκιβιάδη, σύννοιαν, ὥς γʼ ἐμοὶ δοκεῖ. ἐπεὶ φέρε πρὸς Διός, οὐκ οἴει τοὺς θεούς, ἃ τυγχάνομεν εὐχόμενοι καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ἐνίοτε τούτων τὰ μὲν διδόναι, τὰ δʼ οὔ, καὶ ἔστιν οἷς μὲν αὐτῶν, ἔστι δʼ οἷς οὔ; 5
Ἀλκιβιάδης
ΑΛ. πάνυ μὲν οὖν.
Σωκράτης
ΣΩ. οὐκοῦν δοκεῖ σοι πολλῆς προμηθείας γε προσδεῖσθαι, ὅπως μὴ λήσεται αὑτὸν εὐχόμενος μεγάλα κακά, δοκῶν δʼ ἀγαθά, οἱ δὲ θεοὶ τύχωσιν ἐν ταύτῃ ὄντες τῇ ἕξει, ἐν ᾗ διδόασιν αὐτοὶ ἅ τις εὐχόμενος τυγχάνει; ὥσπερ τὸν Οἰδίπουν αὐτίκα φασὶν εὔξασθαι χαλκῷ διελέσθαι τὰ πατρῷα τοὺς ὑεῖς· ἐξὸν αὐτῷ τῶν παρόντων αὐτῷ κακῶν ἀποτροπήν τινα εὔξασθαι, ἕτερα πρὸς τοῖς ὑπάρχουσιν κατηρᾶτο· τοιγαροῦν ταῦτά τε ἐξετελέσθη, καὶ ἐκ τούτων ἄλλα πολλὰ καὶ δεινά, ἃ τί δεῖ καθʼ ἕκαστα λέγειν;
Ἀλκιβιάδης
ΑΛ. ἀλλὰ σὺ μέν, ὦ Σώκρατες, μαινόμενον ἄνθρωπον εἴρηκας· ἐπεὶ τίς ἄν σοι δοκεῖ τολμῆσαι ὑγιαίνων τοιαῦτʼ εὔξασθαι;
Σωκράτης
ΣΩ. τὸ μαίνεσθαι ἆρά γε ὑπεναντίον σοι δοκεῖ τῷ φρονεῖν;
Ἀλκιβιάδης
ΑΛ. πάνυ μὲν οὖν. 10
Σωκράτης
ΣΩ. ἄφρονες δὲ καὶ φρόνιμοι δοκοῦσιν ἄνθρωποι εἶναι τινές σοι;
Ἀλκιβιάδης
ΑΛ. εἶναι μέντοι.
Σωκράτης
ΣΩ. φέρε δή, ἐπισκεψώμεθα τίνες ποτʼ εἰσὶν οὗτοι. ὅτι μὲν γάρ εἰσί τινες, ὡμολόγηται, ἄφρονές τε καὶ φρόνιμοι, καὶ μαινόμενοι ἕτεροι.
Ἀλκιβιάδης
ΑΛ. ὡμολόγηται γάρ.
Σωκράτης
ΣΩ. ἔτι δὲ ὑγιαίνοντές εἰσί τινες; 15
Ἀλκιβιάδης
ΑΛ. εἰσίν.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ἀσθενοῦντες ἕτεροι;
Ἀλκιβιάδης
ΑΛ. πάνυ γε.
Σωκράτης
ΣΩ. οὐκοῦν οὐχ οἱ αὐτοί;
Ἀλκιβιάδης
ΑΛ. οὐ γάρ.
138–139 · 1 / 1 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme