Thesauros Literature Philosophy Ἀλκιβιάδης βʹ

Ἀλκιβιάδης βʹ

Ἀλκιβιάδης βʹ Plato

150–151

Σωκράτης
ΣΩ. οὗτος ᾧ μέλει περὶ σοῦ. ἀλλὰ δοκεῖ μοι, ὥσπερ τῷ Διομήδει φησὶν τὴν Ἀθηνᾶν Ὅμηρος ἀπὸ τῶν ὀφθαλμῶν ἀφελεῖν τὴν ἀχλύν, ὄφρʼ εὖ γιγνώσκοι ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα, Hom. Il. 5.127 οὕτω καὶ σοὶ δεῖν ἀπὸ τῆς ψυχῆς πρῶτον τὴν ἀχλὺν ἀφελόντα, ἣ νῦν παροῦσα τυγχάνει, τὸ τηνικαῦτʼ ἤδη προσφέρειν διʼ ὧν μέλλεις γνώσεσθαι ἠμὲν κακὸν ἠδὲ καὶ ἐσθλόν. νῦν μὲν γὰρ οὐκ ἄν μοι δοκεῖς δυνηθῆναι.
Ἀλκιβιάδης
ΑΛ. ἀφαιρείτω, εἴτε βούλεται τὴν ἀχλὺν εἴτε ἄλλο τι· ὡς ἐγὼ παρεσκεύασμαι μηθὲν ἂν φυγεῖν τῶν ὑπʼ ἐκείνου προσταττομένων, ὅστις ποτʼ ἐστὶν ἅνθρωπος, εἴ γε μέλλοιμι βελτίων γενέσθαι.
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν κἀκεῖνος θαυμαστὴν ὅσην περὶ σὲ προθυμίαν ἔχει.
Ἀλκιβιάδης
ΑΛ. εἰς τότε τοίνυν καὶ τὴν θυσίαν ἀναβάλλεσθαι κράτιστον εἶναί μοι δοκεῖ.
Σωκράτης
ΣΩ. καὶ ὀρθῶς γέ σοι δοκεῖ· ἀσφαλέστερον γάρ ἐστιν ἢ παρακινδυνεύειν τοσοῦτον κίνδυνον.
Ἀλκιβιάδης
ΑΛ. ἀλλὰ πῶς, ὦ Σώκρατες; καὶ μὴν τουτονὶ τὸν στέφανον, ἐπειδή μοι δοκεῖς καλῶς συμβεβουλευκέναι, σοὶ περιθήσω· τοῖς θεοῖς δὲ καὶ στεφάνους καὶ τἆλλα πάντα τὰ νομιζόμενα τότε δώσομεν, ὅταν ἐκείνην τὴν ἡμέραν ἐλθοῦσαν ἴδω. ἥξει δʼ οὐ διὰ μακροῦ τούτων θελόντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme