146–147
Σωκράτης
ΣΩ. οὐκοῦν φαμεν πάλιν τοὺς πολλοὺς διημαρτηκέναι τοῦ βελτίστου, ὡς τὰ πολλά γε οἶμαι ἄνευ νοῦ δόξῃ πεπιστευκότας.
Ἀλκιβιάδης
ΑΛ. φαμὲν γάρ.
15
Σωκράτης
ΣΩ. Λυσιτελεῖ ἄρα τοῖς πολλοῖς μήτʼ εἰδέναι μηδὲν μήτʼ οἴεσθαι εἰδέναι, εἴπερ γε μᾶλλον προθυμήσονται πράττειν μὲν ταῦτα ἅττʼ ἂν εἰδῶσιν ἢ οἰηθῶσιν εἰδέναι, πράττοντες δὲ βλάπτεσθαι τὰ πλείω μᾶλλον ἢ ὠφελεῖσθαι.
Ἀλκιβιάδης
ΑΛ. ἀληθέστατα λέγεις.
Σωκράτης
ΣΩ. ὁρᾷς οὖν, ὅτε γʼ ἔφην κινδυνεύειν τό γε τῶν ἄλλων ἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης κεκτημένος ᾖ, ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω τὸν ἔχοντα αὐτό, ἆρʼ οὐχὶ τῷ ὄντι ὀρθῶς ἐφαινόμην λέγων;
Ἀλκιβιάδης
ΑΛ. καὶ εἰ μὴ τότε, ἀλλὰ νῦν μοι δοκεῖ, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. δεῖ ἄρα καὶ πόλιν καὶ ψυχὴν τὴν μέλλουσαν ὀρθῶς βιώσεσθαι ταύτης τῆς ἐπιστήμης ἀντέχεσθαι, ἀτεχνῶς ὥσπερ ἀσθενοῦντα ἰατροῦ ἤ τινος κυβερνήτου τὸν ἀσφαλῶς μέλλοντα πλεῖν. ἄνευ γὰρ ταύτης, ὅσῳπερ ἂν λαμπρότερον ἐπουρίσῃ τὸ τῆς τύχης ἢ περὶ χρημάτων κτῆσιν ἢ σώματος ῥώμην ἢ καὶ ἄλλο τι τῶν τοιούτων, τοσούτῳ μείζω ἁμαρτήματα ἀπʼ αὐτῶν ἀναγκαῖόν ἐστιν, ὡς ἔοικε, γίγνεσθαι. ὁ δὲ δὴ τὴν καλουμένην πολυμαθίαν τε καὶ πολυτεχνίαν κεκτημένος, ὀρφανὸς δὲ ὢν ταύτης τῆς ἐπιστήμης, ἀγόμενος δὲ ὑπὸ μιᾶς ἑκάστης τῶν ἄλλων, ἆρʼ οὐχὶ τῷ ὄντι δικαίως πολλῷ χειμῶνι χρήσεται, ἅτε οἶμαι ἄνευ κυβερνήτου διατελῶν ἐν πελάγει, χρόνον οὐ μακρὸν βίου θέων; ὥστε συμβαίνειν μοι δοκεῖ καὶ ἐνταῦθα τὸ τοῦ ποιητοῦ, ὃ λέγει κατηγορῶν πού τινος, ὡς ἄρα πολλὰ Margites μὲν ἠπίστατο ἔργα, κακῶς δέ, φησίν, ἠπίστατο πάντα.