Thesauros Literature Philosophy Ἀλκιβιάδης βʹ

Ἀλκιβιάδης βʹ

Ἀλκιβιάδης βʹ Plato

145

Σωκράτης
ΣΩ. οὐκοῦν πρός τι ἀποβλέπων ἀμφοτέρους;
Ἀλκιβιάδης
ΑΛ. ναί. 10
Σωκράτης
ΣΩ. ἆρʼ οὖν τὸν τοιοῦτον συμβουλεύειν εἰδότα, χωρὶς τοῦ πότερον βέλτιον καὶ ὅτε βέλτιον, φρόνιμον καλεῖς;
Ἀλκιβιάδης
ΑΛ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. οὐδέ γε οἶμαι ὅστις τὸ πολεμεῖν αὐτὸ οἶδε χωρὶς τοῦ ὁπότε βέλτιον καὶ τοσοῦτον χρόνον ὅσον βέλτιον. ἦ γάρ;
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν οὐδὲ εἴ τίς τινα ἀποκτεινύναι οἶδεν οὐδὲ χρήματα ἀφαιρεῖσθαι καὶ φυγάδα ποιεῖν τῆς πατρίδος, χωρὶς τοῦ ὁπότε βέλτιον καὶ ὅντινα βέλτιον; 15
Ἀλκιβιάδης
ΑΛ. οὐ μέντοι.
Σωκράτης
ΣΩ. ὅστις ἄρα τι τῶν τοιούτων οἶδεν, ἐὰν μὲν παρέπηται αὐτῷ ἡ τοῦ βελτίστου ἐπιστήμη—αὕτη δʼ ἦν ἡ αὐτὴ δήπου ἥπερ καὶ ἡ τοῦ ὠφελίμου· ἦ γάρ; —
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. φρόνιμον δέ γε αὐτὸν φήσομεν καὶ ἀποχρῶντα σύμβουλον καὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ· τὸν δὲ μὴ τοιοῦτον τἀναντία τούτων. ἢ πῶς δοκεῖ;
Ἀλκιβιάδης
ΑΛ. ἐμοὶ μὲν οὕτως. 20
Σωκράτης
ΣΩ. τί δʼ εἴ τις ἱππεύειν ἢ τοξεύειν οἶδεν, ἢ αὖ πυκτεύειν ἢ παλαίειν ἤ τι τῆς ἄλλης ἀγωνίας ἢ καὶ ἄλλο τι τῶν τοιούτων ὅσα τέχνῃ οἴδαμεν, τί καλεῖς ὃς ἂν εἰδῇ τὸ κατὰ ταύτην τὴν τέχνην βέλτιον γιγνόμενον; ἆρʼ οὐ τὸν κατὰ τὴν ἱππικὴν ἱππικόν;
Ἀλκιβιάδης
ΑΛ. ἔγωγε.
Σωκράτης
ΣΩ. τὸν δέ γε οἶμαι κατὰ τὴν πυκτικὴν πυκτικόν, τὸν δὲ κατʼ αὐλητικὴν αὐλητικόν, καὶ τἆλλα δήπου ἀνὰ λόγον τούτοις· ἢ ἄλλως πως;
Ἀλκιβιάδης
ΑΛ. οὔκ, ἀλλʼ οὕτως.
Σωκράτης
ΣΩ. δοκεῖ οὖν σοι ἀναγκαῖον εἶναι τὸν περὶ τούτων τι ἐπιστήμονα ὄντα ἄρα καὶ ἄνδρα φρόνιμον εἶναι, ἢ πολλοῦ φήσομεν ἐνδεῖν; 25
Ἀλκιβιάδης
ΑΛ. πολλοῦ μέντοι νὴ Δία.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme