Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

107

Σωκράτης
ΣΩ. ἐάν τέ γε σμικρὸς ἢ μέγας ᾖ, ἐάν τε καλὸς ἢ αἰσχρός, ἔτι τε γενναῖος ἢ ἀγεννής. 15
Ἀλκιβιάδης
ΑΛ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. εἰδότος γὰρ οἶμαι περὶ ἑκάστου ἡ συμβουλή, καὶ οὐ πλουτοῦντος.
Ἀλκιβιάδης
ΑΛ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. ἀλλʼ ἐάντε πένης ἐάντε πλούσιος ᾖ ὁ παραινῶν, οὐδὲν διοίσει Ἀθηναίοις ὅταν περὶ τῶν ἐν τῇ πόλει βουλεύωνται, πῶς ἂν ὑγιαίνοιεν, ἀλλὰ ζητήσουσιν ἰατρὸν εἶναι τὸν σύμβουλον.
Ἀλκιβιάδης
ΑΛ. εἰκότως γε. 20
Σωκράτης
ΣΩ. ὅταν οὖν περὶ τίνος σκοπῶνται, τότε σὺ ἀνιστάμενος ὡς συμβουλεύσων ὀρθῶς ἀναστήσῃ;
Ἀλκιβιάδης
ΑΛ. ὅταν περὶ τῶν ἑαυτῶν πραγμάτων, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. τῶν περὶ ναυπηγίας λέγεις, ὁποίας τινὰς χρὴ αὐτοὺς τὰς ναῦς ναυπηγεῖσθαι;
Ἀλκιβιάδης
ΑΛ. οὐκ ἔγωγε, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. ναυπηγεῖν γὰρ οἶμαι οὐκ ἐπίστασαι. τοῦτʼ αἴτιον ἢ ἄλλο τι; 25
Ἀλκιβιάδης
ΑΛ. οὔκ, ἀλλὰ τοῦτο.
Σωκράτης
ΣΩ. ἀλλὰ περὶ ποίων τῶν ἑαυτῶν λέγεις πραγμάτων ὅταν βουλεύωνται;
Ἀλκιβιάδης
ΑΛ. ὅταν περὶ πολέμου, ὦ Σώκρατες, ἢ περὶ εἰρήνης ἢ ἄλλου του τῶν τῆς πόλεως πραγμάτων.
Σωκράτης
ΣΩ. ἆρα λέγεις ὅταν βουλεύωνται πρὸς τίνας χρὴ εἰρήνην ποιεῖσθαι καὶ τίσιν πολεμεῖν καὶ τίνα τρόπον;
Ἀλκιβιάδης
ΑΛ. ναί. 30
Σωκράτης
ΣΩ. χρὴ δʼ οὐχ οἷς βέλτιον;
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. καὶ τόθʼ ὁπότε βέλτιον;
Ἀλκιβιάδης
ΑΛ. πάνυ γε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme