Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

106–107

Σωκράτης
ΣΩ. τί δέ; ἠθέλησας ἂν ζητῆσαι ἢ μαθεῖν ἃ ἐπίστασθαι ᾤου;
Ἀλκιβιάδης
ΑΛ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. ἃ ἄρα νῦν τυγχάνεις ἐπιστάμενος, ἦν χρόνος ὅτε οὐχ ἡγοῦ εἰδέναι; 20
Ἀλκιβιάδης
ΑΛ. ἀνάγκη.
Σωκράτης
ΣΩ. ἀλλὰ μὴν ἅ γε μεμάθηκας σχεδόν τι καὶ ἐγὼ οἶδα· εἰ δέ τι ἐμὲ λέληθεν, εἰπέ. ἔμαθες γὰρ δὴ σύ γε κατὰ μνήμην τὴν ἐμὴν γράμματα καὶ κιθαρίζειν καὶ παλαίειν· οὐ γὰρ δὴ αὐλεῖν γε ἤθελες μαθεῖν. ταῦτʼ ἐστὶν ἃ σὺ ἐπίστασαι, εἰ μή πού τι μανθάνων ἐμὲ λέληθας· οἶμαι δέ γε, οὔτε νύκτωρ οὔτε μεθʼ ἡμέραν ἐξιὼν ἔνδοθεν.
Ἀλκιβιάδης
ΑΛ. ἀλλʼ οὐ πεφοίτηκα εἰς ἄλλων ἢ τούτων.
Σωκράτης
ΣΩ. πότερον οὖν, ὅταν περὶ γραμμάτων Ἀθηναῖοι βουλεύωνται, πῶς ἂν ὀρθῶς γράφοιεν, τότε ἀναστήσῃ αὐτοῖς συμβουλεύσων;
Ἀλκιβιάδης
ΑΛ. μὰ Δίʼ οὐκ ἔγωγε.
Σωκράτης
ΣΩ. ἀλλʼ ὅταν περὶ κρουμάτων ἐν λύρᾳ;
Ἀλκιβιάδης
ΑΛ. οὐδαμῶς.
Σωκράτης
ΣΩ. οὐδὲ μὴν οὐδὲ περὶ παλαισμάτων γε εἰώθασι βουλεύεσθαι ἐν τῇ ἐκκλησίᾳ. 5
Ἀλκιβιάδης
ΑΛ. οὐ μέντοι.
Σωκράτης
ΣΩ. ὅταν οὖν περὶ τίνος βουλεύωνται; οὐ γάρ που ὅταν γε περὶ οἰκοδομίας.
Ἀλκιβιάδης
ΑΛ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. οἰκοδόμος γὰρ ταῦτά γε σοῦ βέλτιον συμβουλεύσει.
Ἀλκιβιάδης
ΑΛ. ναί. 10
Σωκράτης
ΣΩ. οὐδὲ μὴν ὅταν περὶ μαντικῆς βουλεύωνται;
Ἀλκιβιάδης
ΑΛ. οὔ.
Σωκράτης
ΣΩ. μάντις γὰρ αὖ ταῦτα ἄμεινον ἢ σύ.
Ἀλκιβιάδης
ΑΛ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme