Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

134

Σωκράτης
ΣΩ. οὐκ ἄρα οἷόν τε, ἐὰν μή τις σώφρων καὶ ἀγαθὸς ᾖ, εὐδαίμονα εἶναι.
Ἀλκιβιάδης
ΑΛ. οὐχ οἷόν τε.
Σωκράτης
ΣΩ. οἱ ἄρα κακοὶ τῶν ἀνθρώπων ἄθλιοι.
Ἀλκιβιάδης
ΑΛ. σφόδρα γε. 15
Σωκράτης
ΣΩ. οὐκ ἄρα οὐδʼ ὁ πλουτήσας ἀθλιότητος ἀπαλλάττεται, ἀλλʼ ὁ σωφρονήσας.
Ἀλκιβιάδης
ΑΛ. φαίνεται.
Σωκράτης
ΣΩ. οὐκ ἄρα τειχῶν οὐδὲ τριήρων οὐδὲ νεωρίων δέονται αἱ πόλεις, ὦ Ἀλκιβιάδη, εἰ μέλλουσιν εὐδαιμονήσειν, οὐδὲ πλήθους οὐδὲ μεγέθους ἄνευ ἀρετῆς.
Ἀλκιβιάδης
ΑΛ. οὐ μέντοι.
Σωκράτης
ΣΩ. εἰ δὴ μέλλεις τὰ τῆς πόλεως πράξειν ὀρθῶς καὶ καλῶς, ἀρετῆς σοι μεταδοτέον τοῖς πολίταις. 20
Ἀλκιβιάδης
ΑΛ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. δύναιτο δʼ ἄν τις μεταδιδόναι ὃ μὴ ἔχοι;
Ἀλκιβιάδης
ΑΛ. καὶ πῶς;
Σωκράτης
ΣΩ. αὐτῷ ἄρα σοὶ πρῶτον κτητέον ἀρετήν, καὶ ἄλλῳ ὃς μέλλει μὴ ἰδίᾳ μόνον αὑτοῦ τε καὶ τῶν αὑτοῦ ἄρξειν καὶ ἐπιμελήσεσθαι, ἀλλὰ πόλεως καὶ τῶν τῆς πόλεως.
Ἀλκιβιάδης
ΑΛ. ἀληθῆ λέγεις. 25
Σωκράτης
ΣΩ. οὐκ ἄρα ἐξουσίαν σοι οὐδʼ ἀρχὴν παρασκευαστέον σαυτῷ ποιεῖν ὅτι ἂν βούλῃ, οὐδὲ τῇ πόλει, ἀλλὰ δικαιοσύνην καὶ σωφροσύνην.
Ἀλκιβιάδης
ΑΛ. φαίνεται.
Σωκράτης
ΣΩ. δικαίως μὲν γὰρ πράττοντες καὶ σωφρόνως σύ τε καὶ ἡ πόλις θεοφιλῶς πράξετε.
Ἀλκιβιάδης
ΑΛ. εἰκός γε.
Σωκράτης
ΣΩ. καὶ ὅπερ γε ἐν τοῖς πρόσθεν ἐλέγομεν, εἰς τὸ θεῖον καὶ λαμπρὸν ὁρῶντες πράξετε. 30
Ἀλκιβιάδης
ΑΛ. φαίνεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme