Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

132–133

Σωκράτης
ΣΩ. τίνʼ οὖν ἂν τρόπον γνοῖμεν αὐτὸ ἐναργέστατα; ἐπειδὴ τοῦτο γνόντες, ὡς ἔοικεν, καὶ ἡμᾶς αὐτοὺς γνωσόμεθα. ἆρα πρὸς θεῶν εὖ λέγοντος οὗ νυνδὴ ἐμνήσθημεν τοῦ Δελφικοῦ γράμματος οὐ συνίεμεν;
Ἀλκιβιάδης
ΑΛ. τὸ ποῖόν τι διανοούμενος λέγεις, ὦ Σώκρατες;
Σωκράτης
ΣΩ. ἐγώ σοι φράσω, ὅ γε ὑποπτεύω λέγειν καὶ συμβουλεύειν ἡμῖν τοῦτο τὸ γράμμα. κινδυνεύει γὰρ οὐδὲ πολλαχοῦ εἶναι παράδειγμα αὐτοῦ, ἀλλὰ κατὰ τὴν ὄψιν μόνον.
Ἀλκιβιάδης
ΑΛ. πῶς τοῦτο λέγεις;
Σωκράτης
ΣΩ. σκόπει καὶ σύ. εἰ ἡμῶν τῷ ὄμματι ὥσπερ ἀνθρώπῳ συμβουλεῦον εἶπεν ἰδὲ σαυτόν, πῶς ἂν ὑπελάβομεν τί παραινεῖν; ἆρα οὐχὶ εἰς τοῦτο βλέπειν, εἰς ὃ βλέπων ὁ ὀφθαλμὸς ἔμελλεν αὑτὸν ἰδεῖν; 15
Ἀλκιβιάδης
ΑΛ. δῆλον.
Σωκράτης
ΣΩ. ἐννοῶμεν δὴ εἰς τί βλέποντες τῶν ὄντων ἐκεῖνό τε ὁρῷμεν ἅμα ἂν καὶ ἡμᾶς αὐτούς;
Ἀλκιβιάδης
ΑΛ. δῆλον δή, ὦ Σώκρατες, ὅτι εἰς κάτοπτρά τε καὶ τὰ τοιαῦτα.
Σωκράτης
ΣΩ. ὀρθῶς λέγεις. οὐκοῦν καὶ τῷ ὀφθαλμῷ ᾧ ὁρῶμεν ἔνεστί τι τῶν τοιούτων;
Ἀλκιβιάδης
ΑΛ. πάνυ γε. 20
Σωκράτης
ΣΩ. ἐννενόηκας οὖν ὅτι τοῦ ἐμβλέποντος εἰς τὸν ὀφθαλμὸν τὸ πρόσωπον ἐμφαίνεται ἐν τῇ τοῦ καταντικρὺ ὄψει ὥσπερ ἐν κατόπτρῳ, ὃ δὴ καὶ κόρην καλοῦμεν, εἴδωλον ὄν τι τοῦ ἐμβλέποντος;
Ἀλκιβιάδης
ΑΛ. ἀληθῆ λέγεις.
Σωκράτης
ΣΩ. ὀφθαλμὸς ἄρα ὀφθαλμὸν θεώμενος, καὶ ἐμβλέπων εἰς τοῦτο ὅπερ βέλτιστον αὐτοῦ καὶ ᾧ ὁρᾷ, οὕτως ἂν αὑτὸν ἴδοι.
Ἀλκιβιάδης
ΑΛ. φαίνεται.
Σωκράτης
ΣΩ. εἰ δέ γʼ εἰς ἄλλο τῶν τοῦ ἀνθρώπου βλέποι ἤ τι τῶν ὄντων, πλὴν εἰς ἐκεῖνο ᾧ τοῦτο τυγχάνει ὅμοιον, οὐκ ὄψεται ἑαυτόν. 5
Ἀλκιβιάδης
ΑΛ. ἀληθῆ λέγεις.
Σωκράτης
ΣΩ. ὀφθαλμὸς ἄρʼ εἰ μέλλει ἰδεῖν αὑτόν, εἰς ὀφθαλμὸν αὐτῷ βλεπτέον, καὶ τοῦ ὄμματος εἰς ἐκεῖνον τὸν τόπον ἐν ᾧ τυγχάνει ἡ ὀφθαλμοῦ ἀρετὴ ἐγγιγνομένη· ἔστι δὲ τοῦτό που ὄψις;
Ἀλκιβιάδης
ΑΛ. οὕτως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme