Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

129

Σωκράτης
ΣΩ. Ἀλκιβιάδης δʼ ὁ ἀκούων;
Ἀλκιβιάδης
ΑΛ. ναί. 15
Σωκράτης
ΣΩ. οὐκοῦν λόγῳ διαλέγεται ὁ Σωκράτης;
Ἀλκιβιάδης
ΑΛ. τί μήν;
Σωκράτης
ΣΩ. τὸ δὲ διαλέγεσθαι καὶ τὸ λόγῳ χρῆσθαι ταὐτόν που καλεῖς.
Ἀλκιβιάδης
ΑΛ. πάνυ γε.
Σωκράτης
ΣΩ. ὁ δὲ χρώμενος καὶ ᾧ χρῆται οὐκ ἄλλο; 20
Ἀλκιβιάδης
ΑΛ. πῶς λέγεις;
Σωκράτης
ΣΩ. ὥσπερ σκυτοτόμος τέμνει που τομεῖ καὶ σμίλῃ καὶ ἄλλοις ὀργάνοις.
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. οὐκοῦν ἄλλο μὲν ὁ τέμνων καὶ χρώμενος, ἄλλο δὲ οἷς τέμνων χρῆται;
Ἀλκιβιάδης
ΑΛ. πῶς γὰρ οὔ; 25
Σωκράτης
ΣΩ. ἆρʼ οὖν οὕτως καὶ οἷς ὁ κιθαριστὴς κιθαρίζει καὶ αὐτὸς ὁ κιθαριστὴς ἄλλο ἂν εἴη;
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. τοῦτο τοίνυν ἀρτίως ἠρώτων, εἰ ὁ χρώμενος καὶ ᾧ χρῆται ἀεὶ δοκεῖ ἕτερον εἶναι.
Ἀλκιβιάδης
ΑΛ. δοκεῖ.
Σωκράτης
ΣΩ. τί οὖν φῶμεν τὸν σκυτοτόμον; τέμνειν ὀργάνοις μόνον ἢ καὶ χερσίν; 30
Ἀλκιβιάδης
ΑΛ. καὶ χερσίν.
Σωκράτης
ΣΩ. χρῆται ἄρα καὶ ταύταις;
Ἀλκιβιάδης
ΑΛ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme