Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

124–125

Σωκράτης
ΣΩ. οὐκ ἀπορρητέον οὐδὲ μαλθακιστέον, ὦ ἑταῖρε.
Ἀλκιβιάδης
ΑΛ. οὔτοι δὴ πρέπει γʼ, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. οὐ γάρ, ἀλλὰ σκεπτέον κοινῇ. καί μοι λέγε· φαμὲν γὰρ δὴ ὡς ἄριστοι βούλεσθαι γενέσθαι. ἦ γάρ; 15
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. τίνα ἀρετήν;
Ἀλκιβιάδης
ΑΛ. δῆλον ὅτι ἥνπερ οἱ ἄνδρες οἱ ἀγαθοί.
Σωκράτης
ΣΩ. οἱ τί ἀγαθοί;
Ἀλκιβιάδης
ΑΛ. δῆλον ὅτι οἱ πράττειν τὰ πράγματα. 20
Σωκράτης
ΣΩ. ποῖα; ἆρα τὰ ἱππικά;
Ἀλκιβιάδης
ΑΛ. οὐ δῆτα.
Σωκράτης
ΣΩ. παρὰ τοὺς ἱππικοὺς γὰρ ἂν ᾖμεν;
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. ἀλλὰ τὰ ναυτικὰ λέγεις; 25
Ἀλκιβιάδης
ΑΛ. οὔ.
Σωκράτης
ΣΩ. παρὰ τοὺς ναυτικοὺς γὰρ ἂν ᾖμεν;
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. ἀλλὰ ποῖα; ἃ τίνες πράττουσιν;
Ἀλκιβιάδης
ΑΛ. ἅπερ Ἀθηναίων οἱ καλοὶ κἀγαθοί. 30
Σωκράτης
ΣΩ. καλοὺς δὲ κἀγαθοὺς λέγεις τοὺς φρονίμους ἢ τοὺς ἄφρονας;
Ἀλκιβιάδης
ΑΛ. τοὺς φρονίμους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme