Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

115

Σωκράτης
ΣΩ. καὶ ἥκιστα τῶν τοιούτων δέξαιο ἂν στέρεσθαι;
Ἀλκιβιάδης
ΑΛ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. πῶς οὖν λέγεις περὶ ἀνδρείας; ἐπὶ πόσῳ ἂν αὐτοῦ δέξαιο στέρεσθαι;
Ἀλκιβιάδης
ΑΛ. οὐδὲ ζῆν ἂν ἐγὼ δεξαίμην δειλὸς ὤν. 30
Σωκράτης
ΣΩ. ἔσχατον ἄρα κακῶν εἶναί σοι δοκεῖ ἡ δειλία.
Ἀλκιβιάδης
ΑΛ. ἔμοιγε.
Σωκράτης
ΣΩ. ἐξ ἴσου τῷ τεθνάναι, ὡς ἔοικε.
Ἀλκιβιάδης
ΑΛ. φημί.
Σωκράτης
ΣΩ. οὐκοῦν θανάτῳ τε καὶ δειλίᾳ ἐναντιώτατον ζωὴ καὶ ἀνδρεία; 35
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. καὶ τὰ μὲν μάλιστʼ ἂν εἶναι βούλοιό σοι, τὰ δὲ ἥκιστα;
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. ἆρʼ ὅτι τὰ μὲν ἄριστα ἡγῇ, τὰ δὲ κάκιστα;
Ἀλκιβιάδης
ΑΛ. πάνυ γε. 40
Σωκράτης
ΣΩ. ἐν τοῖς ἀρίστοις ἄρα σὺ ἡγῇ ἀνδρείαν εἶναι κἀν τοῖς κακίστοις θάνατον.
Ἀλκιβιάδης
ΑΛ. ἔγωγε.
Σωκράτης
ΣΩ. τὸ ἄρα βοηθεῖν ἐν πολέμῳ τοῖς φίλοις, ᾗ μὲν καλόν, κατʼ ἀγαθοῦ πρᾶξιν τὴν τῆς ἀνδρείας, καλὸν αὐτὸ προσεῖπας;
Ἀλκιβιάδης
ΑΛ. φαίνομαί γε.
Σωκράτης
ΣΩ. κατὰ δέ γε κακοῦ πρᾶξιν τὴν τοῦ θανάτου κακόν; 45
Ἀλκιβιάδης
ΑΛ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme