Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

115

Σωκράτης
ΣΩ. ἀλλὰ πάντα τὰ δίκαια καὶ καλά;
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. τί δʼ αὖ τὰ καλά; πότερον πάντα ἀγαθά, ἢ τὰ μέν, τὰ δʼ οὔ;
Ἀλκιβιάδης
ΑΛ. οἴομαι ἔγωγε, ὦ Σώκρατες, ἔνια τῶν καλῶν κακὰ εἶναι. 10
Σωκράτης
ΣΩ. ἦ καὶ αἰσχρὰ ἀγαθά;
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. ἆρα λέγεις τὰ τοιάδε, οἷον πολλοὶ ἐν πολέμῳ βοηθήσαντες ἑταίρῳ ἢ οἰκείῳ τραύματα ἔλαβον καὶ ἀπέθανον, οἱ δʼ οὐ βοηθήσαντες, δέον, ὑγιεῖς ἀπῆλθον;
Ἀλκιβιάδης
ΑΛ. πάνυ μὲν οὖν.
Σωκράτης
ΣΩ. οὐκοῦν τὴν τοιαύτην βοήθειαν καλὴν μὲν λέγεις κατὰ τὴν ἐπιχείρησιν τοῦ σῶσαι οὓς ἔδει, τοῦτο δʼ ἐστὶν ἀνδρεία· ἢ οὔ; 15
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. κακὴν δέ γε κατὰ τοὺς θανάτους τε καὶ ἕλκη· ἦ γάρ;
Ἀλκιβιάδης
ΑΛ. ναί.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν οὐκ ἄλλο μὲν ἡ ἀνδρεία, ἄλλο δὲ ὁ θάνατος;
Ἀλκιβιάδης
ΑΛ. πάνυ γε. 20
Σωκράτης
ΣΩ. οὐκ ἄρα κατὰ ταὐτόν γʼ ἐστι καλὸν καὶ κακὸν τὸ τοῖς φίλοις βοηθεῖν;
Ἀλκιβιάδης
ΑΛ. οὐ φαίνεται.
Σωκράτης
ΣΩ. ὅρα τοίνυν εἰ, ᾗ γε καλόν, καὶ ἀγαθόν, ὥσπερ καὶ ἐνταῦθα. κατὰ τὴν ἀνδρείαν γὰρ ὡμολόγεις καλὸν εἶναι τὴν βοήθειαν· τοῦτʼ οὖν αὐτὸ σκόπει, τὴν ἀνδρείαν, ἀγαθὸν ἢ κακόν; ὧδε δὲ σκόπει· σὺ πότερʼ ἂν δέξαιό σοι εἶναι, ἀγαθὰ ἢ κακά;
Ἀλκιβιάδης
ΑΛ. ἀγαθά.
Σωκράτης
ΣΩ. οὐκοῦν τὰ μέγιστα μάλιστα. 25
Ἀλκιβιάδης
ΑΛ. ναί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme