Thesauros Literature Philosophy Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ

Ἀλκιβιάδης αʹ Plato

112

Ἀλκιβιάδης
ΑΛ. ἀληθῆ λέγεις.
Σωκράτης
ΣΩ. οἶμαι δὲ καὶ τοῖς ἐν Τανάγρᾳ Ἀθηναίων τε καὶ Λακεδαιμονίων καὶ Βοιωτῶν ἀποθανοῦσι, καὶ τοῖς ὕστερον ἐν Κορωνείᾳ, ἐν οἷς καὶ ὁ σὸς πατὴρ Κλεινίας ἐτελεύτησεν, οὐδὲ περὶ ἑνὸς ἄλλου ἡ διαφορὰ ἢ περὶ τοῦ δικαίου καὶ ἀδίκου τοὺς θανάτους καὶ τὰς μάχας πεποίηκεν· ἦ γάρ;
Ἀλκιβιάδης
ΑΛ. ἀληθῆ λέγεις.
Σωκράτης
ΣΩ. τούτους οὖν φῶμεν ἐπίστασθαι περὶ ὧν οὕτως σφόδρα διαφέρονται, ὥστε ἀμφισβητοῦντες ἀλλήλοις τὰ ἔσχατα σφᾶς αὐτοὺς ἐργάζονται; 15
Ἀλκιβιάδης
ΑΛ. οὐ φαίνεταί γε.
Σωκράτης
ΣΩ. οὐκοῦν εἰς τοὺς τοιούτους διδασκάλους ἀναφέρεις οὓς ὁμολογεῖς αὐτὸς μὴ εἰδέναι;
Ἀλκιβιάδης
ΑΛ. ἔοικα.
Σωκράτης
ΣΩ. πῶς οὖν εἰκός σε εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα, περὶ ὧν οὕτω πλανᾷ καὶ οὔτε μαθὼν φαίνῃ παρʼ οὐδενὸς οὔτʼ αὐτὸς ἐξευρών;
Ἀλκιβιάδης
ΑΛ. ἐκ μὲν ὧν σὺ λέγεις οὐκ εἰκός. 20
Σωκράτης
ΣΩ. ὁρᾷς αὖ τοῦθʼ ὡς οὐ καλῶς εἶπες, ὦ Ἀλκιβιάδη;
Ἀλκιβιάδης
ΑΛ. τὸ ποῖον;
Σωκράτης
ΣΩ. ὅτι ἐμὲ φῂς ταῦτα λέγειν.
Ἀλκιβιάδης
ΑΛ. τί δέ; οὐ σὺ λέγεις ὡς ἐγὼ οὐδὲν ἐπίσταμαι περὶ τῶν δικαίων καὶ ἀδίκων;
Σωκράτης
ΣΩ. οὐ μέντοι. 25
Ἀλκιβιάδης
ΑΛ. ἀλλʼ ἐγώ;
Σωκράτης
ΣΩ. ναί.
Ἀλκιβιάδης
ΑΛ. πῶς δή;
Σωκράτης
ΣΩ. ὧδε εἴσῃ. ἐάν σε ἔρωμαι τὸ ἓν καὶ τὰ δύο πότερα πλείω ἐστί, φήσεις ὅτι τὰ δύο;
Ἀλκιβιάδης
ΑΛ. ἔγωγε. 30
Σωκράτης
ΣΩ. πόσῳ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme