Thesauros Literature Philosophy Φίληβος

Φίληβος

Φίληβος Plato

67

Σωκράτης
ΣΩ. οὐκοῦν παντάπασιν ἐν τούτῳ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονὴ μή τοι τἀγαθόν γε αὐτὸ μηδʼ ἕτερον αὐτοῖν εἶναι, στερομένοιν αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως;
Πρώταρχος
ΠΡΩ. ὀρθότατα. 5
Σωκράτης
ΣΩ. φανέντος δέ γε ἄλλου τρίτου κρείττονος τούτοιν ἑκατέρου, μυρίῳ γʼ αὖ νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ.
Πρώταρχος
ΠΡΩ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ἣν νῦν ὁ λόγος ἀπεφήνατο, γίγνοιτʼ ἂν ἡ τῆς ἡδονῆς δύναμις.
Πρώταρχος
ΠΡΩ. ἔοικεν.
Σωκράτης
ΣΩ. πρῶτον δέ γε οὐδʼ ἂν οἱ πάντες βόες τε καὶ ἵπποι καὶ τἆλλα σύμπαντα θηρία φῶσι τῷ τὸ χαίρειν διώκειν· οἷς πιστεύοντες, ὥσπερ μάντεις ὄρνισιν, οἱ πολλοὶ κρίνουσι τὰς ἡδονὰς εἰς τὸ ζῆν ἡμῖν εὖ κρατίστας εἶναι, καὶ τοὺς θηρίων ἔρωτας οἴονται κυρίους εἶναι μάρτυρας μᾶλλον ἢ τοὺς τῶν ἐν μούσῃ φιλοσόφῳ μεμαντευμένων ἑκάστοτε λόγων. 10
Πρώταρχος
ΠΡΩ. ἀληθέστατα, ὦ Σώκρατες, εἰρῆσθαί σοι νῦν ἤδη φαμὲν ἅπαντες.
Σωκράτης
ΣΩ. οὐκοῦν καὶ ἀφίετέ με;
Πρώταρχος
ΠΡΩ. σμικρὸν ἔτι τὸ λοιπόν, ὦ Σώκρατες· οὐ γὰρ δήπου σύ γε ἀπερεῖς πρότερος ἡμῶν, ὑπομνήσω δέ σε τὰ λειπόμενα.
← Önceki bölüm 67 · 1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme