Thesauros Literature Philosophy Φίληβος

Φίληβος

Φίληβος Plato

57

Σωκράτης
ΣΩ. τί δέ; λογιστικὴ καὶ μετρητικὴ ἡ κατὰ τεκτονικὴν καὶ κατʼ ἐμπορικὴν τῆς κατὰ φιλοσοφίαν γεωμετρίας τε καὶ λογισμῶν καταμελετωμένων—πότερον ὡς μία ἑκατέρα λεκτέον ἢ δύο τιθῶμεν;
Πρώταρχος
ΠΡΩ. τῇ πρόσθεν ἑπόμενος ἔγωγʼ ἂν δύο κατὰ τὴν ἐμὴν ψῆφον τιθείην ἑκατέραν τούτων.
Σωκράτης
ΣΩ. ὀρθῶς. οὗ δʼ ἕνεκα ταῦτα προηνεγκάμεθα εἰς τὸ μέσον, ἆρα ἐννοεῖς;
Πρώταρχος
ΠΡΩ. ἴσως, ἀλλὰ σὲ βουλοίμην ἂν ἀποφήνασθαι τὸ νῦν ἐρωτώμενον.
Σωκράτης
ΣΩ. δοκεῖ τοίνυν ἔμοιγε οὗτος ὁ λόγος, οὐχ ἧττον ἢ ὅτε λέγειν αὐτὸν ἠρχόμεθα, ταῖς ἡδοναῖς ζητῶν ἀντίστροφον ἐνταῦθα προβεβληκέναι σκοπῶν ἆρά ἐστί τις ἑτέρας ἄλλη καθαρωτέρα ἐπιστήμης ἐπιστήμη, καθάπερ ἡδονῆς ἡδονή. 5
Πρώταρχος
ΠΡΩ. καὶ μάλα σαφὲς τοῦτό γε, ὅτι ταῦθʼ ἕνεκα τούτων ἐπικεχείρηκεν.
Σωκράτης
ΣΩ. τί οὖν; ἆρʼ οὐκ ἐν μὲν τοῖς ἔμπροσθεν ἐπʼ ἄλλοις ἄλλην τέχνην οὖσαν ἀνηυρήκειν σαφεστέραν καὶ ἀσαφεστέραν ἄλλην ἄλλης;
Πρώταρχος
ΠΡΩ. πάνυ μὲν οὖν.
Σωκράτης
ΣΩ. ἐν τούτοις δὲ ἆρʼ οὔ τινα τέχνην ὡς ὁμώνυμον φθεγξάμενος, εἰς δόξαν καταστήσας ὡς μιᾶς, πάλιν ὡς δυοῖν ἐπανερωτᾷ τούτοιν αὐτοῖν τὸ σαφὲς καὶ τὸ καθαρὸν περὶ ταῦτα πότερον ἡ τῶν φιλοσοφούντων ἢ μὴ φιλοσοφούντων ἀκριβέστερον ἔχει;
Πρώταρχος
ΠΡΩ. καὶ μάλα δοκεῖ μοι τοῦτο διερωτᾶν. 10
Σωκράτης
ΣΩ. τίνʼ οὖν, ὦ Πρώταρχε, αὐτῷ δίδομεν ἀπόκρισιν;
Πρώταρχος
ΠΡΩ. ὦ Σώκρατες, εἰς θαυμαστὸν διαφορᾶς μέγεθος εἰς σαφήνειαν προεληλύθαμεν ἐπιστημῶν.
Σωκράτης
ΣΩ. οὐκοῦν ἀποκρινούμεθα ῥᾷον;
Πρώταρχος
ΠΡΩ. τί μήν; καὶ εἰρήσθω γε ὅτι πολὺ μὲν αὗται τῶν ἄλλων τεχνῶν διαφέρουσι, τούτων δʼ αὐτῶν αἱ περὶ τὴν τῶν ὄντως φιλοσοφούντων ὁρμὴν ἀμήχανον ἀκριβείᾳ καὶ ἀληθείᾳ περὶ μέτρα τε καὶ ἀριθμοὺς διαφέρουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme