Thesauros Literature Philosophy Φίληβος

Φίληβος

Φίληβος Plato

38–39

Σωκράτης
ΣΩ. ἆρʼ οὖν μετὰ ταῦτα ὁ τοιοῦτος ὡς ἀποκρινόμενος ἂν πρὸς αὑτὸν εἴποι τοῦτο, ὡς ἔστιν ἄνθρωπος, ἐπιτυχῶς εἰπών;
Πρώταρχος
ΠΡΩ. καὶ πάνυ γε. 25
Σωκράτης
ΣΩ. καὶ παρενεχθείς γʼ αὖ τάχʼ ἂν ὡς ἔστι τινῶν ποιμένων ἔργον τὸ καθορώμενον ἄγαλμα προσείποι.
Πρώταρχος
ΠΡΩ. μάλα γε.
Σωκράτης
ΣΩ. κἂν μέν τίς γʼ αὐτῷ παρῇ, τά τε πρὸς αὑτὸν ῥηθέντα ἐντείνας εἰς φωνὴν πρὸς τὸν παρόντα αὐτὰ ταῦτʼ ἂν πάλιν φθέγξαιτο, καὶ λόγος δὴ γέγονεν οὕτως ὃ τότε δόξαν ἐκαλοῦμεν;
Πρώταρχος
ΠΡΩ. τί μήν;
Σωκράτης
ΣΩ. ἂν δʼ ἄρα μόνος ᾖ τοῦτο ταὐτὸν πρὸς αὑτὸν διανοούμενος, ἐνίοτε καὶ πλείω χρόνον ἔχων ἐν αὑτῷ πορεύεται. 30
Πρώταρχος
ΠΡΩ. πάνυ μὲν οὖν.
Σωκράτης
ΣΩ. τί οὖν; ἆρα σοὶ φαίνεται τὸ περὶ τούτων ὅπερ ἐμοί;
Πρώταρχος
ΠΡΩ. τὸ ποῖον;
Σωκράτης
ΣΩ. δοκεῖ μοι τότε ἡμῶν ἡ ψυχὴ βιβλίῳ τινὶ προσεοικέναι.
Πρώταρχος
ΠΡΩ. πῶς; 35
Σωκράτης
ΣΩ. ἡ μνήμη ταῖς αἰσθήσεσι συμπίπτουσα εἰς ταὐτὸν κἀκεῖνα ἃ περὶ ταῦτʼ ἐστὶ τὰ παθήματα φαίνονταί μοι σχεδὸν οἷον γράφειν ἡμῶν ἐν ταῖς ψυχαῖς τότε λόγους· καὶ ὅταν μὲν ἀληθῆ γράφῃ τοῦτο τὸ πάθημα, δόξα τε ἀληθὴς καὶ λόγοι ἀπʼ αὐτοῦ συμβαίνουσιν ἀληθεῖς ἐν ἡμῖν γιγνόμενοι· ψευδῆ δʼ ὅταν ὁ τοιοῦτος παρʼ ἡμῖν γραμματεὺς γράψῃ, τἀναντία τοῖς ἀληθέσιν ἀπέβη.
Πρώταρχος
ΠΡΩ. πάνυ μὲν οὖν δοκεῖ μοι, καὶ ἀποδέχομαι τὰ ῥηθέντα οὕτως.
Σωκράτης
ΣΩ. ἀποδέχου δὴ καὶ ἕτερον δημιουργὸν ἡμῶν ἐν ταῖς ψυχαῖς ἐν τῷ τότε χρόνῳ γιγνόμενον.
Πρώταρχος
ΠΡΩ. τίνα;
Σωκράτης
ΣΩ. ζωγράφον, ὃς μετὰ τὸν γραμματιστὴν τῶν λεγομένων εἰκόνας ἐν τῇ ψυχῇ τούτων γράφει. 5
Πρώταρχος
ΠΡΩ. πῶς δὴ τοῦτον αὖ καὶ πότε λέγομεν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme