Thesauros Literature Philosophy Φίληβος

Φίληβος

Φίληβος Plato

33

Σωκράτης
ΣΩ. ἄγε δὴ τοίνυν, ταύτης προθυμοῦ μεμνῆσθαι. πρὸς γὰρ τὴν τῆς ἡδονῆς κρίσιν οὐ σμικρὸν μεμνῆσθαι ταύτην ἔσθʼ ἡμῖν ἢ μή. βραχὺ δέ τι περὶ αὐτῆς, εἰ βούλει, διαπεράνωμεν.
Πρώταρχος
ΠΡΩ. λέγε ποῖον.
Σωκράτης
ΣΩ. τῷ τὸν τοῦ φρονεῖν ἑλομένῳ βίον οἶσθʼ ὡς τοῦτον τὸν τρόπον οὐδὲν ἀποκωλύει ζῆν. 5
Πρώταρχος
ΠΡΩ. τὸν τοῦ μὴ χαίρειν μηδὲ λυπεῖσθαι λέγεις;
Σωκράτης
ΣΩ. ἐρρήθη γάρ που τότε ἐν τῇ παραβολῇ τῶν βίων μηδὲν δεῖν μήτε μέγα μήτε σμικρὸν χαίρειν τῷ τὸν τοῦ νοεῖν καὶ φρονεῖν βίον ἑλομένῳ.
Πρώταρχος
ΠΡΩ. καὶ μάλα οὕτως ἐρρήθη.
Σωκράτης
ΣΩ. οὐκοῦν οὕτως ἂν ἐκείνῳ γε ὑπάρχοι· καὶ ἴσως οὐδὲν ἄτοπον εἰ πάντων τῶν βίων ἐστὶ θειότατος.
Πρώταρχος
ΠΡΩ. οὔκουν εἰκός γε οὔτε χαίρειν θεοὺς οὔτε τὸ ἐναντίον. 10
Σωκράτης
ΣΩ. πάνυ μὲν οὖν οὐκ εἰκός· ἄσχημον γοῦν αὐτῶν ἑκάτερον γιγνόμενόν ἐστιν. ἀλλὰ δὴ τοῦτο μὲν ἔτι καὶ εἰς αὖθις ἐπισκεψόμεθα, ἐὰν πρὸς λόγον τι ᾖ, καὶ τῷ νῷ πρὸς τὰ δευτερεῖα, ἐὰν μὴ πρὸς τὰ πρωτεῖα δυνώμεθα προσθεῖναι, προσθήσομεν.
Πρώταρχος
ΠΡΩ. ὀρθότατα λέγεις.
Σωκράτης
ΣΩ. καὶ μὴν τό γε ἕτερον εἶδος τῶν ἡδονῶν, ὃ τῆς ψυχῆς αὐτῆς ἔφαμεν εἶναι, διὰ μνήμης πᾶν ἐστι γεγονός.
Πρώταρχος
ΠΡΩ. πῶς;
Σωκράτης
ΣΩ. μνήμην, ὡς ἔοικεν, ὅτι ποτʼ ἔστιν πρότερον ἀναληπτέον, καὶ κινδυνεύει πάλιν ἔτι πρότερον αἴσθησιν μνήμης, εἰ μέλλει τὰ περὶ ταῦθʼ ἡμῖν κατὰ τρόπον φανερά πῃ γενήσεσθαι. 15
Πρώταρχος
ΠΡΩ. πῶς φῄς;
Σωκράτης
ΣΩ. θὲς τῶν περὶ τὸ σῶμα ἡμῶν ἑκάστοτε παθημάτων τὰ μὲν ἐν τῷ σώματι κατασβεννύμενα πρὶν ἐπὶ τὴν ψυχὴν διεξελθεῖν ἀπαθῆ ἐκείνην ἐάσαντα, τὰ δὲ διʼ ἀμφοῖν ἰόντα καί τινα ὥσπερ σεισμὸν ἐντιθέντα ἴδιόν τε καὶ κοινὸν ἑκατέρῳ.
Πρώταρχος
ΠΡΩ. κείσθω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme