Thesauros Literature Philosophy Φίληβος

Φίληβος

Φίληβος Plato

30–31

Πρώταρχος
ΠΡΩ. ἔχω καὶ μάλα ἱκανῶς· καίτοι με ἀποκρινάμενος ἔλαθες.
Σωκράτης
ΣΩ. ἀνάπαυλα γάρ, ὦ Πρώταρχε, τῆς σπουδῆς γίγνεται ἐνίοτε ἡ παιδιά.
Πρώταρχος
ΠΡΩ. καλῶς εἶπες. 20
Σωκράτης
ΣΩ. νῦν δήπου, ὦ ἑταῖρε, οὗ μὲν γένους ἐστὶ καὶ τίνα ποτὲ δύναμιν κέκτηται, σχεδὸν ἐπιεικῶς ἡμῖν τὰ νῦν δεδήλωται.
Πρώταρχος
ΠΡΩ. πάνυ μὲν οὖν.
Σωκράτης
ΣΩ. καὶ μὴν ἡδονῆς γε ὡσαύτως πάλαι τὸ γένος ἐφάνη.
Πρώταρχος
ΠΡΩ. καὶ μάλα.
Σωκράτης
ΣΩ. μεμνώμεθα δὴ καὶ ταῦτα περὶ ἀμφοῖν, ὅτι νοῦς μὲν αἰτίας ἦν συγγενὴς καὶ τούτου σχεδὸν τοῦ γένους, ἡδονὴ δὲ ἄπειρός τε αὐτὴ καὶ τοῦ μήτε ἀρχὴν μήτε μέσα μήτε τέλος ἐν αὑτῷ ἀφʼ ἑαυτοῦ ἔχοντος μηδὲ ἕξοντός ποτε γένους. 5
Πρώταρχος
ΠΡΩ. μεμνησόμεθα· πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. δεῖ δὴ τὸ μετὰ τοῦτο, ἐν ᾧ τέ ἐστιν ἑκάτερον αὐτοῖν καὶ διὰ τί πάθος γίγνεσθον ὁπόταν γίγνησθον ἰδεῖν ἡμᾶς. πρῶτον τὴν ἡδονήν· ὥσπερ τὸ γένος αὐτῆς πρότερον ἐβασανίσαμεν, οὕτω καὶ ταῦτα πρότερα. λύπης δὲ αὖ χωρὶς τὴν ἡδονὴν οὐκ ἄν ποτε δυναίμεθα ἱκανῶς βασανίσαι.
Πρώταρχος
ΠΡΩ. ἀλλʼ εἰ ταύτῃ χρὴ πορεύεσθαι, ταύτῃ πορευώμεθα.
Σωκράτης
ΣΩ. ἆρʼ οὖν σοὶ καθάπερ ἐμοὶ φαίνεται τῆς γενέσεως αὐτῶν πέρι;
Πρώταρχος
ΠΡΩ. τὸ ποῖον; 10
Σωκράτης
ΣΩ. ἐν τῷ κοινῷ μοι γένει ἅμα φαίνεσθον λύπη τε καὶ ἡδονὴ γίγνεσθαι κατὰ φύσιν.
Πρώταρχος
ΠΡΩ. κοινὸν δέ γε, ὦ φίλε Σώκρατες, ὑπομίμνῃσκε ἡμᾶς τί ποτε τῶν προειρημένων βούλει δηλοῦν.
Σωκράτης
ΣΩ. ἔσται ταῦτʼ εἰς δύναμιν, ὦ θαυμάσιε.
Πρώταρχος
ΠΡΩ. καλῶς εἶπες.
Σωκράτης
ΣΩ. κοινὸν τοίνυν ὑπακούωμεν ὃ δὴ τῶν τεττάρων τρίτον ἐλέγομεν. 15
Πρώταρχος
ΠΡΩ. ὃ μετὰ τὸ ἄπειρον καὶ πέρας ἔλεγες, ἐν ᾧ καὶ ὑγίειαν, οἶμαι δὲ καὶ ἁρμονίαν, ἐτίθεσο;
Σωκράτης
ΣΩ. κάλλιστʼ εἶπες. τὸν νοῦν δὲ ὅτι μάλιστʼ ἤδη πρόσεχε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme