Thesauros Literature Philosophy Φίληβος

Φίληβος

Φίληβος Plato

23

Πρώταρχος
ΠΡΩ. ἀλλὰ μήν, ὦ Σώκρατες, ἔμοιγε δοκεῖ νῦν μὲν ἡδονή σοι πεπτωκέναι καθαπερεὶ πληγεῖσα ὑπὸ τῶν νυνδὴ λόγων· τῶν γὰρ νικητηρίων πέρι μαχομένη κεῖται. τὸν δὲ νοῦν, ὡς ἔοικε, λεκτέον ὡς ἐμφρόνως οὐκ ἀντεποιεῖτο τῶν νικητηρίων· τὰ γὰρ αὔτʼ ἔπαθεν ἄν. τῶν δὲ δὴ δευτερείων στερηθεῖσα ἡδονὴ παντάπασιν ἄν τινα καὶ ἀτιμίαν σχοίη πρὸς τῶν αὑτῆς ἐραστῶν· οὐδὲ γὰρ ἐκείνοις ἔτʼ ἂν ὁμοίως φαίνοιτο καλή.
Σωκράτης
ΣΩ. τί οὖν; οὐκ ἄμεινον αὐτὴν ἐᾶν ἤδη καὶ μὴ τὴν ἀκριβεστάτην αὐτῇ προσφέροντα βάσανον καὶ ἐξελέγχοντα λυπεῖν;
Πρώταρχος
ΠΡΩ. οὐδὲν λέγεις, ὦ Σώκρατες.
Σωκράτης
ΣΩ. ἆρʼ ὅτι τὸ ἀδύνατον εἶπον, λυπεῖν ἡδονήν;
Πρώταρχος
ΠΡΩ. οὐ μόνον γε ἀλλʼ ὅτι καὶ ἀγνοεῖς ὡς οὐδείς πώ σε ἡμῶν μεθήσει πρὶν ἂν εἰς τέλος ἐπεξέλθῃς τούτων τῷ λόγῳ. 5
Σωκράτης
ΣΩ. βαβαῖ ἄρα, ὦ Πρώταρχε, συχνοῦ μὲν λόγου τοῦ λοιποῦ, σχεδὸν δὲ οὐδὲ ῥᾳδίου πάνυ τι νῦν. καὶ γὰρ δὴ φαίνεται δεῖν ἄλλης μηχανῆς, ἐπὶ τὰ δευτερεῖα ὑπὲρ νοῦ πορευόμενον οἷον βέλη ἔχειν ἕτερα τῶν ἔμπροσθεν λόγων· ἔστι δὲ ἴσως ἔνια καὶ ταὐτά. οὐκοῦν χρή;
Πρώταρχος
ΠΡΩ. πῶς γὰρ οὔ;
Σωκράτης
ΣΩ. τὴν δέ γε ἀρχὴν αὐτοῦ διευλαβεῖσθαι πειρώμεθα τιθέμενοι.
Πρώταρχος
ΠΡΩ. ποίαν δὴ λέγεις;
Σωκράτης
ΣΩ. πάντα τὰ νῦν ὄντα ἐν τῷ παντὶ διχῇ διαλάβωμεν, μᾶλλον δʼ, εἰ βούλει, τριχῇ. 10
Πρώταρχος
ΠΡΩ. καθʼ ὅτι, φράζοις ἄν;
Σωκράτης
ΣΩ. λάβωμεν ἄττα τῶν νυνδὴ λόγων.
Πρώταρχος
ΠΡΩ. ποῖα;
Σωκράτης
ΣΩ. τὸν θεὸν ἐλέγομέν που τὸ μὲν ἄπειρον δεῖξαι τῶν ὄντων, τὸ δὲ πέρας;
Πρώταρχος
ΠΡΩ. πάνυ μὲν οὖν. 15
Σωκράτης
ΣΩ. τούτω δὴ τῶν εἰδῶν τὰ δύο τιθώμεθα, τὸ δὲ τρίτον ἐξ ἀμφοῖν τούτοιν ἕν τι συμμισγόμενον. εἰμὶ δʼ, ὡς ἔοικεν, ἐγὼ γελοῖός τις ἄνθρωπος κατʼ εἴδη διιστὰς καὶ συναριθμούμενος.
Πρώταρχος
ΠΡΩ. τί φῄς, ὠγαθέ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme