Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato

309–310

Ξένος
ΞΕ. τί δὲ τὸ τῆς κοσμίας φύσεως; ἆρʼ οὐ τούτων μὲν μεταλαβὸν τῶν δοξῶν ὄντως σῶφρον καὶ φρόνιμον, ὥς γε ἐν πολιτείᾳ, γίγνεται, μὴ κοινωνῆσαν δὲ ὧν λέγομεν ἐπονείδιστόν τινα εὐηθείας δικαιότατα λαμβάνει φήμην;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
Ξένος
ΞΕ. οὐκοῦν συμπλοκὴν καὶ δεσμὸν τοῦτον τοῖς μὲν κακοῖς πρὸς σφᾶς αὐτοὺς καὶ τοῖς ἀγαθοῖς πρὸς τοὺς κακοὺς μηδέποτε μόνιμον φῶμεν γίγνεσθαι, μηδέ τινα ἐπιστήμην αὐτῷ σπουδῇ πρὸς τοὺς τοιούτους ἂν χρῆσθαί ποτε;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς γάρ; 20
Ξένος
ΞΕ. τοῖς δʼ εὐγενέσι γενομένοις τε ἐξ ἀρχῆς ἤθεσι θρεφθεῖσί τε κατὰ φύσιν μόνοις διὰ νόμων ἐμφύεσθαι, καὶ ἐπὶ τούτοις δὴ τοῦτʼ εἶναι τέχνῃ φάρμακον, καὶ καθάπερ εἴπομεν τοῦτον θειότερον εἶναι τὸν σύνδεσμον ἀρετῆς μερῶν φύσεως ἀνομοίων καὶ ἐπὶ τὰ ἐναντία φερομένων.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ἀληθέστατα.
Ξένος
ΞΕ. τοὺς μὴν λοιπούς, ὄντας ἀνθρωπίνους δεσμούς, ὑπάρχοντος τούτου τοῦ θείου σχεδὸν οὐδὲν χαλεπὸν οὔτε ἐννοεῖν οὔτε ἐννοήσαντα ἀποτελεῖν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς δή, καὶ τίνας;
Ξένος
ΞΕ. τοὺς τῶν ἐπιγαμιῶν καὶ παίδων κοινωνήσεων καὶ τῶν περὶ τὰς ἰδίας ἐκδόσεις καὶ γάμους. οἱ γὰρ πολλοὶ τὰ περὶ ταῦτα οὐκ ὀρθῶς συνδοῦνται πρὸς τὴν τῶν παίδων γέννησιν. 5
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τί δή;
Ξένος
ΞΕ. τὰ μὲν πλούτου καὶ δυνάμεων ἐν τοῖς τοιούτοις διώγματα τί καί τις ἂν ὡς ἄξια λόγου σπουδάζοι μεμφόμενος;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. οὐδέν.
Ξένος
ΞΕ. μᾶλλον δέ γε δίκαιον τῶν περὶ τὰ γένη ποιουμένων ἐπιμέλειαν τούτων πέρι λέγειν, εἴ τι μὴ κατὰ τρόπον πράττουσιν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. εἰκὸς γὰρ οὖν. 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme