Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato

309

Ξένος
ΞΕ. τοὺς δὲ ἐν ἀμαθίᾳ τε αὖ καὶ ταπεινότητι πολλῇ κυλινδουμένους εἰς τὸ δουλικὸν ὑποζεύγνυσι γένος.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ὀρθότατα.
Ξένος
ΞΕ. τοὺς λοιποὺς τοίνυν, ὅσων αἱ φύσεις ἐπὶ τὸ γενναῖον ἱκαναὶ παιδείας τυγχάνουσαι καθίστασθαι καὶ δέξασθαι μετὰ τέχνης σύμμειξιν πρὸς ἀλλήλας, τούτων τὰς μὲν ἐπὶ τὴν ἀνδρείαν μᾶλλον συντεινούσας, οἷον στημονοφυὲς νομίσασʼ αὐτῶν εἶναι τὸ στερεὸν ἦθος, τὰς δὲ ἐπὶ τὸ κόσμιον πίονί τε καὶ μαλακῷ καὶ κατὰ τὴν εἰκόνα κροκώδει διανήματι προσχρωμένας, ἐναντία δὲ τεινούσας ἀλλήλαις, πειρᾶται τοιόνδε τινὰ τρόπον συνδεῖν καὶ συμπλέκειν. 5
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ποῖον δή;
Ξένος
ΞΕ. πρῶτον μὲν κατὰ τὸ συγγενὲς τὸ ἀειγενὲς ὂν τῆς ψυχῆς αὐτῶν μέρος θείῳ συναρμοσαμένη δεσμῷ, μετὰ δὲ τὸ θεῖον τὸ ζῳογενὲς αὐτῶν αὖθις ἀνθρωπίνοις.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς τοῦτʼ εἶπες αὖ;
Ξένος
ΞΕ. τὴν τῶν καλῶν καὶ δικαίων πέρι καὶ ἀγαθῶν καὶ τῶν τούτοις ἐναντίων ὄντως οὖσαν ἀληθῆ δόξαν μετὰ βεβαιώσεως, ὁπόταν ἐν ταῖς ψυχαῖς ἐγγίγνηται, θείαν φημὶ ἐν δαιμονίῳ γίγνεσθαι γένει.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πρέπει γοῦν οὕτω. 10
Ξένος
ΞΕ. τὸν δὴ πολιτικὸν καὶ τὸν ἀγαθὸν νομοθέτην ἆρʼ ἴσμεν ὅτι προσήκει μόνον δυνατὸν εἶναι τῇ τῆς βασιλικῆς μούσῃ τοῦτο αὐτὸ ἐμποιεῖν τοῖς ὀρθῶς μεταλαβοῦσι παιδείας, οὓς ἐλέγομεν νυνδή;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τὸ γοῦν εἰκός.
Ξένος
ΞΕ. ὃς δʼ ἂν δρᾶν γε, ὦ Σώκρατες, ἀδυνατῇ τὸ τοιοῦτον, μηδέποτε τοῖς νῦν ζητουμένοις ὀνόμασιν αὐτὸν προσαγορεύωμεν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ὀρθότατα.
Ξένος
ΞΕ. τί οὖν; ἀνδρεία ψυχὴ λαμβανομένη τῆς τοιαύτης ἀληθείας ἆρʼ οὐχ ἡμεροῦται καὶ τῶν δικαίων μάλιστα οὕτω κοινωνεῖν ἂν ἐθελήσειεν, μὴ μεταλαβοῦσα δὲ ἀποκλινεῖ μᾶλλον πρὸς θηριώδη τινὰ φύσιν; 15
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς δʼ οὔ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme