Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato

305

Ξένος
ΞΕ. τίνʼ οὖν ποτε καὶ ἐπιχειρήσομεν οὕτω δεινῆς καὶ μεγάλης τέχνης συμπάσης τῆς πολεμικῆς δεσπότιν ἀποφαίνεσθαι πλήν γε δὴ τὴν ὄντως οὖσαν βασιλικήν;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. οὐδεμίαν ἄλλην.
Ξένος
ΞΕ. οὐκ ἄρα πολιτικὴν θήσομεν, ὑπηρετικήν γε οὖσαν, τὴν τῶν στρατηγῶν ἐπιστήμην. 5
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. οὐκ εἰκός.
Ξένος
ΞΕ. ἴθι δή, καὶ τὴν τῶν δικαστῶν τῶν ὀρθῶς δικαζόντων θεασώμεθα δύναμιν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.
Ξένος
ΞΕ. ἆρʼ οὖν ἐπὶ πλέον τι δύναται τοῦ περὶ τὰ συμβόλαια πάνθʼ ὁπόσα κεῖται νόμιμα παρὰ νομοθέτου βασιλέως παραλαβοῦσα, κρίνειν εἰς ἐκεῖνα σκοποῦσα τά τε δίκαια ταχθέντʼ εἶναι καὶ ἄδικα, τὴν αὑτῆς ἰδίαν ἀρετὴν παρεχομένη τοῦ μήθʼ ὑπό τινων δώρων μήθʼ ὑπὸ φόβων μήτε οἴκτων μήθʼ ὑπό τινος ἄλλης ἔχθρας μηδὲ φιλίας ἡττηθεῖσα παρὰ τὴν τοῦ νομοθέτου τάξιν ἐθέλειν ἂν τἀλλήλων ἐγκλήματα διαιρεῖν;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. οὔκ, ἀλλὰ σχεδὸν ὅσον εἴρηκας ταύτης ἐστὶ τῆς δυνάμεως ἔργον. 10
Ξένος
ΞΕ. καὶ τὴν τῶν δικαστῶν ἄρα ῥώμην ἀνευρίσκομεν οὐ βασιλικὴν οὖσαν ἀλλὰ νόμων φύλακα καὶ ὑπηρέτιν ἐκείνης.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ἔοικέν γε.
Ξένος
ΞΕ. τόδε δὴ κατανοητέον ἰδόντι συναπάσας τὰς ἐπιστήμας αἳ εἴρηνται, ὅτι πολιτική γε αὐτῶν οὐδεμία ἀνεφάνη. τὴν γὰρ ὄντως οὖσαν βασιλικὴν οὐκ αὐτὴν δεῖ πράττειν ἀλλʼ ἄρχειν τῶν δυναμένων πράττειν, γιγνώσκουσαν τὴν ἀρχήν τε καὶ ὁρμὴν τῶν μεγίστων ἐν ταῖς πόλεσιν ἐγκαιρίας τε πέρι καὶ ἀκαιρίας, τὰς δʼ ἄλλας τὰ προσταχθέντα δρᾶν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ὀρθῶς.
Ξένος
ΞΕ. διὰ ταῦτα ἄρα ἃς μὲν ἄρτι διεληλύθαμεν, οὔτʼ ἀλλήλων οὔθʼ αὑτῶν ἄρχουσαι, περὶ δέ τινα ἰδίαν αὑτῆς οὖσα ἑκάστη πρᾶξιν, κατὰ τὴν ἰδιότητα τῶν πράξεων τοὔνομα δικαίως εἴληφεν ἴδιον. 15
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. εἴξασι γοῦν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme