Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato

303–304

Ξένος
ΞΕ. Γῆν που καὶ λίθους καὶ πόλλʼ ἄττα ἕτερα ἀποκρίνουσι καὶ ἐκεῖνοι πρῶτον οἱ δημιουργοί· μετὰ δὲ ταῦτα λείπεται συμμεμειγμένα τὰ συγγενῆ τοῦ χρυσοῦ τίμια καὶ πυρὶ μόνον ἀφαιρετά, χαλκὸς καὶ ἄργυρος, ἔστι δʼ ὅτε καὶ ἀδάμας, ἃ μετὰ βασάνων ταῖς ἑψήσεσι μόγις ἀφαιρεθέντα τὸν λεγόμενον ἀκήρατον χρυσὸν εἴασεν ἡμᾶς ἰδεῖν αὐτὸν μόνον ἐφʼ ἑαυτοῦ. 10
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. λέγεται γὰρ οὖν δὴ ταῦτα οὕτω γίγνεσθαι.
Ξένος
ΞΕ. κατὰ τὸν αὐτὸν τοίνυν λόγον ἔοικε καὶ νῦν ἡμῖν τὰ μὲν ἕτερα καὶ ὁπόσα ἀλλότρια καὶ τὰ μὴ φίλα πολιτικῆς ἐπιστήμης ἀποκεχωρίσθαι, λείπεσθαι δὲ τὰ τίμια καὶ συγγενῆ. τούτων δʼ ἐστί που στρατηγία καὶ δικαστικὴ καὶ ὅση βασιλικῇ κοινωνοῦσα ῥητορεία πείθουσα τὸ δίκαιον συνδιακυβερνᾷ τὰς ἐν ταῖς πόλεσι πράξεις· ἃ δὴ τίνι τρόπῳ ῥᾷστά τις ἀπομερίζων δείξει γυμνὸν καὶ μόνον ἐκεῖνον καθʼ αὑτὸν τὸν ζητούμενον ὑφʼ ἡμῶν;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. δῆλον ὅτι τοῦτό πῃ δρᾶν πειρατέον.
Ξένος
ΞΕ. πείρας μὲν τοίνυν ἕνεκα φανερὸς ἔσται· διὰ δὲ μουσικῆς αὐτὸν ἐγχειρητέον δηλῶσαι. καί μοι λέγε.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τὸ ποῖον;
Ξένος
ΞΕ. μουσικῆς ἔστι πού τις ἡμῖν μάθησις, καὶ ὅλως τῶν περὶ χειροτεχνίας ἐπιστημῶν; 5
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ἔστιν.
Ξένος
ΞΕ. τί δέ; τὸ δʼ αὖ τούτων ἡντινοῦν εἴτε δεῖ μανθάνειν ἡμᾶς εἴτε μή, πότερα φήσομεν ἐπιστήμην αὖ καὶ ταύτην εἶναί τινα περὶ αὐτὰ ταῦτα, ἢ πῶς;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. οὕτως, εἶναι φήσομεν.
Ξένος
ΞΕ. οὐκοῦν ἑτέραν ὁμολογήσομεν ἐκείνων εἶναι ταύτην;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ναί. 10
Ξένος
ΞΕ. πότερα δὲ αὐτῶν οὐδεμίαν ἄρχειν δεῖν ἄλλην ἄλλης, ἢ ἐκείνας ταύτης, ἢ ταύτην δεῖν ἐπιτροπεύουσαν ἄρχειν συμπασῶν τῶν ἄλλων;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ταύτην ἐκείνων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme