Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato

292

Ξένος
ΞΕ. τί οὖν; οἰόμεθά τινα τούτων τῶν πολιτειῶν ὀρθὴν εἶναι τούτοις τοῖς ὅροις ὁρισθεῖσαν, ἑνὶ καὶ ὀλίγοις καὶ πολλοῖς, καὶ πλούτῳ καὶ πενίᾳ, καὶ τῷ βιαίῳ καὶ ἑκουσίῳ, καὶ μετὰ γραμμάτων καὶ ἄνευ νόμων συμβαίνουσαν γίγνεσθαι;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τί γὰρ δὴ καὶ κωλύει;
Ξένος
ΞΕ. σκόπει δὴ σαφέστερον τῇδε ἑπόμενος. 5
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῇ;
Ξένος
ΞΕ. τῷ ῥηθέντι κατὰ πρώτας πότερον ἐμμενοῦμεν ἢ διαφωνήσομεν;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τῷ δὴ ποίῳ λέγεις;
Ξένος
ΞΕ. τὴν βασιλικὴν ἀρχὴν τῶν ἐπιστημῶν εἶναί τινα ἔφαμεν, οἶμαι.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ναί. 10
Ξένος
ΞΕ. καὶ τούτων γε οὐχ ἁπασῶν, ἀλλὰ κριτικὴν δήπου τινὰ καὶ ἐπιστατικὴν ἐκ τῶν ἄλλων προειλόμεθα.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ναί.
Ξένος
ΞΕ. κἀκ τῆς ἐπιστατικῆς τὴν μὲν ἐπʼ ἀψύχοις ἔργοις, τὴν δʼ ἐπὶ ζῴοις· καὶ κατὰ τοῦτον δὴ τὸν τρόπον μερίζοντες δεῦρʼ ἀεὶ προεληλύθαμεν, ἐπιστήμης οὐκ ἐπιλανθανόμενοι, τὸ δʼ ἥτις οὐχ ἱκανῶς πω δυνάμενοι διακριβώσασθαι.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. λέγεις ὀρθῶς.
Ξένος
ΞΕ. τοῦτʼ αὐτὸ τοίνυν ἆρʼ ἐννοοῦμεν, ὅτι τὸν ὅρον οὐκ ὀλίγους οὐδὲ πολλούς, οὐδὲ τὸ ἑκούσιον οὐδὲ τὸ ἀκούσιον, οὐδὲ πενίαν οὐδὲ πλοῦτον γίγνεσθαι περὶ αὐτῶν χρεών, ἀλλά τινα ἐπιστήμην, εἴπερ ἀκολουθήσομεν τοῖς πρόσθεν; 15
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον μὴ ποιεῖν.
Ξένος
ΞΕ. ἐξ ἀνάγκης δὴ νῦν τοῦτο οὕτω σκεπτέον, ἐν τίνι ποτὲ τούτων ἐπιστήμη συμβαίνει γίγνεσθαι περὶ ἀνθρώπων ἀρχῆς, σχεδὸν τῆς χαλεπωτάτης καὶ μεγίστης κτήσασθαι. δεῖ γὰρ ἰδεῖν αὐτήν, ἵνα θεασώμεθα τίνας ἀφαιρετέον ἀπὸ τοῦ φρονίμου βασιλέως, οἳ προσποιοῦνται μὲν εἶναι πολιτικοὶ καὶ πείθουσι πολλούς, εἰσὶ δὲ οὐδαμῶς.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. δεῖ γὰρ δὴ ποιεῖν τοῦτο, ὡς ὁ λόγος ἡμῖν προείρηκεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme