Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato

259–260

Ξένος
ΞΕ. παρεχόμενός γέ που γνῶσιν ἀλλʼ οὐ χειρουργίαν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. οὕτως.
Ξένος
ΞΕ. δικαίως δὴ μετέχειν ἂν λέγοιτο τῆς γνωστικῆς ἐπιστήμης.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πάνυ γε.
Ξένος
ΞΕ. τούτῳ δέ γε οἶμαι προσήκει κρίναντι μὴ τέλος ἔχειν μηδʼ ἀπηλλάχθαι, καθάπερ ὁ λογιστὴς ἀπήλλακτο, προστάττειν δὲ ἑκάστοις τῶν ἐργατῶν τό γε πρόσφορον ἕως ἂν ἀπεργάσωνται τὸ προσταχθέν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ὀρθῶς.
Ξένος
ΞΕ. οὐκοῦν γνωστικαὶ μὲν αἵ τε τοιαῦται σύμπασαι καὶ ὁπόσαι συνέπονται τῇ λογιστικῇ, κρίσει δὲ καὶ ἐπιτάξει διαφέρετον ἀλλήλοιν τούτω τὼ γένη; 5
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. φαίνεσθον.
Ξένος
ΞΕ. ἆρʼ οὖν συμπάσης τῆς γνωστικῆς εἰ τὸ μὲν ἐπιτακτικὸν μέρος, τὸ δὲ κριτικὸν διαιρούμενοι προσείποιμεν, ἐμμελῶς ἂν φαῖμεν διῃρῆσθαι;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. κατά γε τὴν ἐμὴν δόξαν.
Ξένος
ΞΕ. ἀλλὰ μὴν τοῖς γε κοινῇ τι πράττουσιν ἀγαπητὸν ὁμονοεῖν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς δʼ οὔ; 10
Ξένος
ΞΕ. τούτου τοίνυν μέχριπερ ἂν αὐτοὶ κοινωνῶμεν, ἐατέον τά γε τῶν ἄλλων δοξάσματα χαίρειν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τί μήν;
Ξένος
ΞΕ. φέρε δή, τούτοιν τοῖν τέχναιν ἡμῖν τὸν βασιλικὸν ἐν ποτέρᾳ θετέον; ἆρʼ ἐν τῇ κριτικῇ, καθάπερ τινὰ θεατήν, ἢ μᾶλλον τῆς ἐπιτακτικῆς ὡς ὄντα αὐτὸν τέχνης θήσομεν, δεσπόζοντά γε;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς γὰρ οὐ μᾶλλον;
Ξένος
ΞΕ. τὴν ἐπιτακτικὴν δὴ τέχνην πάλιν ἂν εἴη θεατέον εἴ πῃ διέστηκεν. καί μοι δοκεῖ τῇδέ πῃ, καθάπερ ἡ τῶν καπήλων τέχνη τῆς τῶν αὐτοπωλῶν διώρισται τέχνης, καὶ τὸ βασιλικὸν γένος ἔοικεν ἀπὸ τοῦ τῶν κηρύκων γένους ἀφωρίσθαι. 15
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς;
Ξένος
ΞΕ. πωληθέντα που πρότερον ἔργα ἀλλότρια παραδεχόμενοι δεύτερον πωλοῦσι πάλιν οἱ κάπηλοι.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme