Thesauros Literature Philosophy Πολιτικός

Πολιτικός

Πολιτικός Plato

281

Ξένος
ΞΕ. τὸ τῆς τοῦ ξαίνοντος τέχνης ἔργον. ἢ τὴν ξαντικὴν τολμήσομεν ὑφαντικὴν καὶ τὸν ξάντην ὡς ὄντα ὑφάντην καλεῖν;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. οὐδαμῶς.
Ξένος
ΞΕ. καὶ μὴν τήν γε αὖ στήμονος ἐργαστικὴν καὶ κρόκης εἴ τις ὑφαντικὴν προσαγορεύει, παράδοξόν τε καὶ ψεῦδος ὄνομα λέγει.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς γὰρ οὔ; 10
Ξένος
ΞΕ. τί δέ; κναφευτικὴν σύμπασαν καὶ τὴν ἀκεστικὴν πότερα μηδεμίαν ἐπιμέλειαν μηδέ τινα θεραπείαν ἐσθῆτος θῶμεν, ἢ καὶ ταύτας πάσας ὡς ὑφαντικὰς λέξομεν;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. οὐδαμῶς.
Ξένος
ΞΕ. ἀλλὰ μὴν τῆς γε θεραπείας ἀμφισβητήσουσιν αὗται σύμπασαι καὶ τῆς γενέσεως τῆς τῶν ἱματίων τῇ τῆς ὑφαντικῆς δυνάμει, μέγιστον μὲν μέρος ἐκείνῃ διδοῦσαι, μεγάλα δὲ καὶ σφίσιν αὐταῖς ἀπονέμουσαι.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πάνυ γε.
Ξένος
ΞΕ. πρὸς τοίνυν ταύταις ἔτι τὰς τῶν ἐργαλείων δημιουργοὺς τέχνας, διʼ ὧν ἀποτελεῖται τὰ τῆς ὑφῆς ἔργα, δοκεῖν χρὴ τό γε συναιτίας εἶναι προσποιήσασθαι παντὸς ὑφάσματος. 15
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ὀρθότατα.
Ξένος
ΞΕ. πότερον οὖν ἡμῖν ὁ περὶ τῆς ὑφαντικῆς λόγος, οὗ προειλόμεθα μέρους, ἱκανῶς ἔσται διωρισμένος, ἐὰν ἄρʼ αὐτὴν τῶν ἐπιμελειῶν ὁπόσαι περὶ τὴν ἐρεᾶν ἐσθῆτα, εἰς τὴν καλλίστην καὶ μεγίστην πασῶν τιθῶμεν· ἢ λέγοιμεν μὲν ἄν τι ἀληθές, οὐ μὴν σαφές γε οὐδὲ τέλεον, πρὶν ἂν καὶ ταύτας αὐτῆς πάσας περιέλωμεν;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. ὀρθῶς.
Ξένος
ΞΕ. οὐκοῦν μετὰ ταῦτα ποιητέον ὃ λέγομεν, ἵνʼ ἐφεξῆς ἡμῖν ὁ λόγος ἴῃ;
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς δʼ οὔ; 20
Ξένος
ΞΕ. πρῶτον μὲν τοίνυν δύο τέχνας οὔσας περὶ πάντα τὰ δρώμενα θεασώμεθα.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. τίνας;
Ξένος
ΞΕ. τὴν μὲν γενέσεως οὖσαν συναίτιον, τὴν δʼ αὐτὴν αἰτίαν.
Νεώτερος Σωκράτης
ΝΕ. ΣΩ. πῶς;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme